Ezekiel 29 — BRE See Hebrew/Greek in BSB → 29Verse 1Ἐν τῷ ἔτει τῷ δωδεκάτῳ, ἐν τῷ δεκάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,Verse 2υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ προφήτευσον ἐπʼ αὐτὸν καὶ ἐπʼ Αἴγυπτον ὅλην,Verse 3καὶ εἰπόν, Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ, τὸν λέγοντα, ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς.Verse 4Καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου, καὶ προσκολλήσω τοὺς ἰχθῦας τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου,Verse 5καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πέσῇ, καὶ οὐ μὴ συναχθῇς, καὶ οὐ μὴ περισταλῇς, τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα·Verse 6Καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον, ὅτι ἐγώ εἰμι Κύριος· ἀνθʼ ὧν ἐγενήθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ἰσραὴλ,Verse 7ὅτε ἐπελάβετό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης· καὶ ὅτε ἐπεκρότησεν ἐπʼ αὐτοὺς πᾶσα χεὶρ, καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης, καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν.Verse 8Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν, καὶ ἀπολῶ ἀπὸ σοῦ ἀνθρώπους καὶ κτήνη,Verse 9καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος· ἀντὶ τοῦ λέγειν σε, οἱ ποταμοὶ ἐμοί εἰσι, καὶ ἐγὼ ἐποίησα αὐτοὺς,Verse 10Διατοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου, καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ῥομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδωλοῦ καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων.Verse 11Οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτὴν, καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη.Verse 12Καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσεράκοντα ἔτη· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας.Verse 13Τάδε λέγει Κύριος, μετὰ τεσσεράκοντα ἔτη συνάξω Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν οὗ διεσκορπίσθησαν ἐκεῖ,Verse 14καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων, καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Φαθωρῆς, ἐν τῇ γῇ ὅθεν ἐλήμφθησαν, καὶ ἔσται ἀρχὴ ταπεινὴVerse 15παρὰ πάσας τὰς ἀρχάς· οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη· καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω, τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι.Verse 16Καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ Ἰσραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν, ἐν τῷ ἀκολουθῆσαι αὐτοὺς ὀπίσω ἀυτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.Verse 17Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,Verse 18Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου, πᾶσα κεφαλὴ φαλακρὰ, καὶ πᾶς ὦμος μαδῶν· καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρον, καὶ τῆς δουλείας ἧς ἐδούλευσαν ἐπʼ αὐτήν.Verse 19Τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς· καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ,Verse 20ἀντὶ τῆς λειτουργίας αὐτοῦ ἧς ἐδούλευσεν ἐπὶ Τύρον, δέδωκα αὐτῷ γῆν Αἰγύπτου· τάδε λέγει Κύριος Κύριος.Verse 21Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ἰσραὴλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. Chapter 28 Chapter 30
Ezekiel 29 — BRE
See Hebrew/Greek in BSB →