Ezekiel 24 — BRE See Hebrew/Greek in BSB → 24Verse 1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, ἐν τῷ ἔτει τῷ ἐννάτῳ, ἐν τῷ μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνὸς, λέγων,Verse 2υἱὲ ἀνθρώπου γράψον σεαυτῷ εἰς ἡμέραν ἀπὸ τῆς ἡμέρας ταύτης, ἀφʼ ἧς ἀπηρείσατο βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἰερουσαλήμ, ἀπὸ τῆς ἡμέρας τῆς σήμερον·Verse 3Καὶ εἰπὸν ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα παραβολήν, καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος, ἐπίστησον τὸν λέβητα, καὶ ἔγχεον εἰς αὐτὸν ὕδωρ,Verse 4καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα, πᾶν διχοτόμημα καλὸν, σκέλος καὶ ὦμον ἐκσεσαρκισμένα ἀπὸ τῶν ὀστῶν,Verse 5ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων· καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν, ἔζεσε καὶ ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς.Verse 6Διατοῦτο τάδε λέγει Κύριος, ὦ πόλις αἱμάτων, λέβης, ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς, κατὰ μέλος αὐτῆς ἐξήνεγκεν, οὐκ ἐπεσεν ἐπʼ αὐτὴν κλῆρος.Verse 7Ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐστιν, ἐπὶ λεωπετρίαν τέταχα αὐτό· οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν, τοῦ καλύψαι ἐπʼ αὐτὸ γῆν,Verse 8τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθῆναι· δέδωκα τὸ αἷμα αὐτῆς ἐπὶ λεωπετρίαν, τοῦ μὴ καλύψαι αὐτό.Verse 9Διατοῦτο τάδε λέγει Κύριος, κᾀγὼ μεγαλυνῶ τὸν δαλόν·Verse 10Καὶ πληθυνῶ τὰ ξύλα, καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα, καὶ ἐλαττωθῇ ὁ ζωμὸς,Verse 11καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας, ὅπως προσκαυθῇ καὶ θερμανθῇ ὁ χαλκὸς αὐτῆς, καὶ τακῇ ἐν μέσῳ ἀκαθαρσίας αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς,Verse 12καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς πολὺς ὁ ἰὸς αὐτῆς. Καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς,Verse 13ἀνθʼ ὧν ἐμιαίνου σύ· καὶ τί ἐὰν μὴ καθαρισθῇς ἔτι ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου;Verse 14Ἐγὼ Κύριος λελάληκα, καὶ ἥξει, καὶ ποιήσω, οὐ διαστελῶ, οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδούς σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Κύριος· διατοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, ἡ ἀκάθαρτος, ἡ ὀνομαστὴ, καὶ πολλὴ τοῦ παραπικραίνειν.Verse 15Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,Verse 16υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου ἐν παρατάξει, οὐ μὴ κοπῇς, οὐδʼ οὐ μὴ κλαυσθῇς,Verse 17στεναγμὸς αἵματος, ὀσφύος πένθος ἔσῃ· οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ, καὶ τὰ ὑοιδήματά σου ἐν τοῖς ποσί σου· οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν, καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς.Verse 18Καὶ ἐλάλησα πρὸς τὸν λαὸν τοπρωῒ, ὃν τρόπον ἐνετείλατὸ μοι ἑσπέρας, καὶ ἐποίησα τοπρωῒ, ὃν τρόπον ἐπετάγη μοι.Verse 19Καὶ εἶπε πρὸς μὲ ὁ λαὸς, οὐκ ἀναγγέλλεις ἡμῖν τί ἐστι ταῦτα ἃ σὺ ποιεῖς;Verse 20Καὶ εἶπα πρὸς αὐτοὺς, λόγος Κυρίου ἐγένετο πρὸς μὲ, λέγων,Verse 21εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ, Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ῥομφαίᾳ πεσοῦνται.Verse 22Καὶ ποιήσετε ὃν τρόπον πεποίηκα· ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε, καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε,Verse 23καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν· οὔτε μὲ κόψησθε, οὔτε μὴ κλαύσητε, καὶ ἐντακήσεσθε ἐν ταῖς ἀδικίαις ὑμῶν, καὶ παρακαλέσετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ.Verse 24Καὶ ἔσται Ἰεζεκιὴλ ὑμῖν εἰς τέρας, κατὰ πάντα ὅσα ἐποίησα ποιήσετε, ὅταν ἔλθῃ ταῦτα, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.Verse 25Καὶ σύ, υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ ὅταν λαμβάνω τὴν ἰσχὺν παρʼ αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν, καὶ τὴν ἔπαρσιν ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν,Verse 26ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἥξει ὁ ἀνασωζόμενος πρὸς σὲ, τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα;Verse 27Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασωζόμενον· λαλήσεις, καὶ οὐ μὴ ἀποκωφωθῇς οὐκέτι, καὶ ἔσῃ αὐτοῖς εἰς τέρας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος. Chapter 23 Chapter 25
Ezekiel 24 — BRE
See Hebrew/Greek in BSB →