Tools
Commentary

Ezekiel 21 — BRE

See Hebrew/Greek in BSB →

21Verse 1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,Verse 2υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ θαιμὰν, καὶ ἐπίβλεψον ἐπὶ Δαρὸμ, καὶ προφήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγὲβ,Verse 3καὶ ἐρεῖς τῷ δρυμῷ Ναγὲβ, ἄκουε λόγον Κυρίου· τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν καὶ πᾶν ξύλον ξηρὸν, οὐ σβεσθήσεται ἡ φλὸξ ἡ ἐξαφθεῖσα, καὶ κατακαυθήσεται ἐν αὐτῇ πᾶν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως Βοῤῥᾶ.Verse 4Καὶ ἐπιγνώσεται πᾶσα σὰρξ, ὅτι ἐγὼ Κύριος ἐξέκαυσα αὐτὸ, οὐ σβεσθήσεται.Verse 5Καὶ εἶπα, μηδαμῶς Κύριε Κύριε· αὐτοὶ λέγουσι πρὸς μὲ, οὐχὶ παραβολή ἐστι λεγομένη αὕτη;Verse 6Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,Verse 7Διατοῦτο προφήτευσον υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν,Verse 8καὶ προφητεύσεις ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ἰσραὴλ, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ πρὸς σὲ, καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ ἐξολοθρεύσω ἐκ σοῦ ἄνομον καὶ ἄδικον·Verse 9Ἀνθʼ ὧν ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ ἐπὶ πᾶσαν σάρκα ἀπὸ ἀπηλιώτου ἔως Βοῤῥᾶ,Verse 10καὶ ἐπιγνώσεται πᾶσα σὰρξ, διότι ἐγὼ Κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, οὐκ ἀποστρέψει οὐκέτι.Verse 11Καὶ σὺ υἱὲ ἀνθρώπου καταστέναξον ἐν συντριβῇ ὀσφύος σου, καὶ ἐν ὀδύναις στενάξεις κατʼ ὀφθαλμοὺς αὐτῶν.Verse 12Καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σὲ, ἕνεκα τίνος σὺ στενάζεις; καὶ ἐρεῖς, ἐπὶ τῇ ἀγγελίᾳ, διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυθήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται, λέγει Κύριος.Verse 13Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,Verse 14υἱὲ ἀνθρώπου προφήτευσον, καὶ ἐρεῖς, τάδε λέγει Κύριος, εἰπὸν, ῥομφαία ῥομφαία ὀξύνου καὶ θυμώθητι,Verse 15ὅπως σφάξῃς σφάγια, ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν· σφάζε, ἐξουδένει, ἀπόθου πᾶν ξῦλον.Verse 16Καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν χεῖρα αὐτοῦ· ἐξηκονήθη ἡ ῥομφαία, ἐστὶν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρα, ἀποκεντοῦντος.Verse 17Ἀνάκραγε καὶ ὀλύλυξον, υἱὲ ἀνθρώπου, ὅτι αὕτη ἐγένετο ἐν τῷ λαῷ μου, αὕτη ἐν πᾶσι τοῖς ἀφηγουμένοις τοῦ Ἰσραήλ· παροικήσουσιν, ἐπὶ ῥομφαίᾳ ἐγένετο ἐν τῷ λαῷ μου· διατοῦτο κρότησον ἐπὶ τὴν χεῖρά σου,Verse 18ὅτι δεδικαίωται· καὶ τί εἰ καὶ φυλὴ ἀπωσθῇ; οὐκ ἔσται, λέγει Κύριος Κύριος.Verse 19Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον, καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα, καὶ διπλασίασον ῥομφαίαν· ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστι, ῥομφαία τραυματιῶν ἡ μεγάλη· καὶ ἐκστήσεις αὐτοὺς,Verse 20ὅπως μὴ θραυσθῇ ἡ καρδία, καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην, παραδέδονται εἰς σφάγια ῥομφαίας· εὖ γέγονεν εἰς σφαγὴν, εὖ γέγονεν εἰς στίλβωσιν.Verse 21Καὶ διαπορεύου, ὀξύνου ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἄν τὸ πρόσωπόν σου ἐξεγείρηται.Verse 22Καὶ ἐγὼ δὲ κροτήσω χεῖρά μου πρὸς χεῖρά μου, καὶ ἐναφήσω θυμόν μου, ἐγὼ Κύριος λελάληκα.Verse 23Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,Verse 24καὶ σὺ, υἱὲ ἀνθρώπου, διάταξον σεαυτῷ δύο ὁδοὺς, τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος, ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο, καὶ χεὶρ ἐν ἀρχῇ ὁδοῦ πόλεως, ἐπʼ ἀρχῆς ὁδοῦ διατάξεις,Verse 25τοῦ εἰσελθεῖν ῥομφαίαν ἐπὶ Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ ἐπὶ τὴν Ἰουδαίαν, καὶ ἐπὶ τὴν Ἱερουσαλὴμ, ἐν μέσῳ αὐτῆς.Verse 26Διότι στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπʼ ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύσασθαι μαντείαν, τοῦ ἀναβράσαι ῥάβδον, καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς, καὶ κατασκοπήσασθαι.Verse 27Ἐκ δεξιῶν αὐτοῦ ἐγένετο τὸ μαντεῖον ἐπὶ Ἱερουσαλὴμ, τοῦ βαλεῖν χάρακα, τοῦ διανοῖξαι στόμα ἐν βοῇ, ὑψῶσαι φωνὴν μετὰ κραυγῆς, τοῦ βαλεῖν χάρακα ἐπὶ τὰς πύλας αὐτῆς, καὶ βαλεῖν χῶμα, καὶ οἰκοδομῆσαι βελοστάσεις.Verse 28Καὶ αὐτός αὐτοῖς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν, καὶ αὐτὸς ἀναμιμνήσκων ἀδικίας αὐτοῦ μνησθῆναι.Verse 29Διατοῦτο τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν, ἐν τῷ ἀποκαλυφθῆναι τὰς ἀσεβείας ὑμῶν, τοῦ ὀραθῆναι ἁμαρτίας ὑμῶν, ἐν πάσαις ταῖς ἀσεβείαις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν, ἀνθʼ ὧν ἀνεμνήσατε, ἐν τούτοις ἁλώσεσθε.Verse 30Καὶ σὺ βέβηλε, ἄνομε, ἀφηγούμενε τοῦ Ἰσραὴλ, οὗ ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας, πέρας,Verse 31τάδε λέγει Κύριος, ἀφείλου τὴν κίδαριν, καὶ ἐπέθου τὸν στέφανον, αὐτῇ οὐ τοιαύτη ἔσται· ἐταπείνωσας τὸ ὑψηλὸν, καὶ ὕψωσας τὸ ταπεινόν.Verse 32Ἀδικίαν, ἀδικίαν, ἀδικίαν θήσομαι αὐτὴν, οὐαὶ αὐτῇ, τοιαύτη ἔσται ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ.Verse 33Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον, καὶ ἐρεῖς, τάδε λέγει Κύριος πρὸς τοὺς υἱοὺς Ἀμμὼν καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν· καὶ ἐρεῖς, ῥομφαία ῥομφαία ἐσπασμένη εἰς σφάγια, καὶ ἐσπασμένη εἰς συντέλειαν, ἐγείρου ὅπως στίλβῃς·Verse 34ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ, καὶ ἐν τῷ μαντεύεσθαί σε ψευδῆ, τοῦ παραδοῦναί σε ἐπὶ τραχήλους τραυματιῶν ἀνόμων, ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας, πέρας.Verse 35Ἀπόστρεφε, μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ ᾧ γεγέννησαι, ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε.Verse 36Καὶ ἐκχεῶ ἐπὶ σὲ ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σὲ, καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαφθοράς.Verse 37Ἐν πυρὶ ἔσῃ κατάβρωμα, τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου· οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ Κύριος λελάληκα.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?