Ecclesiastes 7 — BRE
7Verse 1Ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν, καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γεννήσεως.Verse 2Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους ἢ ὅτι πορευθῆναι εἰς οἶκον πότου· καθότι τοῦτο τέλος παντὸς ἀνθρώπου, καὶ ὁ ζῶν δώσει ἀγαθὸν εἰς καρδίαν αὐτοῦ.Verse 3Ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία.Verse 4Καρδία σοφῶν ἐν οἴκῳ πένθους, καὶ καρδία ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης.Verse 5Ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ ὑπὲρ ἄνδρα ἁκούοντα ᾆσμα ἀφρόνων.Verse 6Ὡς φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως γέλως τῶν ἀφρόνων· καί γε τοῦτο ματαιότης.Verse 7Ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν, καὶ ἀπόλλυσι τὴν καρδίαν εὐγενείας αὐτοῦ.Verse 8Ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτοῦ, ἀγαθὸν μακρόθυμος ὑπὲρ ὑψηλὸν πνεύματι.Verse 9Μὴ σπεύσῃς ἐν πνεύματί σου τοῦ θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύσεται.Verse 10Μὴ εἴπῃς, τί ἐγένετο, ὅτι αἱ ἡμέραι αἱ πρότεραι ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου.Verse 11Ἀγαθὴ σοφία μετὰ κληρονομίας, καὶ περίσσεια τοῖς θεωροῦσι τὸν ἥλιον.Verse 12Ὅτι ἐν σκιᾷ αὐτῆς ἡ σοφία ὡς σκιὰ ἀργυρίου, καὶ περίσσεια γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρʼ αὐτῆς.Verse 13Ἴδε τὰ ποιήματα τοῦ Θεοῦ, ὅτι τίς δυνήσεται κοσμῆσαι ὃν ἂν ὁ Θεὸς διαστρέψῃ αὐτόν;Verse 14Ἐν ἡμέρᾳ ἀγαθωσύνης ζῆθι ἐν ἀγαθῷ, καὶ ἴδε ἐν ἡμέρᾳ κακίας· ἴδε, καί γε σὺν τούτῳ συμφώνως τοῦτο ἐποίησεν ὁ Θεὸς περὶ λαλιᾶς, ἵνα μὴ εὕρῃ ἄνθρωπος ὀπίσω αὐτοῦ οὐδέν.Verse 15Σύμπαντα εἶδον ἐν ἡμέραις ματαιότητός μου· ἐστὶ δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καί ἐστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ.Verse 16Μὴ γίνου δίκαιος πολὺ, μηδὲ σοφίζου περισσὰ, μή ποτε ἐκπλαγῇς.Verse 17Μὴ ἀσεβήσῃς πολὺ, καὶ μὴ γίνου σκληρὸς, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου.Verse 18Ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ, καί γε ἀπὸ τούτου μὴ μιάνῃς τὴν χεῖρά σου, ὅτι φοβουμένοις τὸν Θεὸν ἐξελεύσεται τὰ πάντα.Verse 19Ἡ σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει.Verse 20Ὅτι ἄνθρωπος οὐκ ἔστι δίκαιος ἐν τῇ γῇ, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται.Verse 21Καί γε εἰς πάντας λόγους οὓς λαλήσουσιν ἀσεβεῖς, μὴ θῇς καρδίαν σου, ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου καταρωμένου σε.Verse 22Ὅτι πλειστάκις πονηρεύσεταί σε, καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου, ὅτι ὡς καί γε σὺ κατηράσω ἑτέρους.Verse 23Πάντα ταῦτα ἐπείρασα ἐν σοφίᾳ· εἶπα, σοφισθήσομαι· καὶ αὕτη ἐμακρύνθη ἀπʼ ἐμοῦ.Verse 24Μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό;Verse 25Ἐκύκλωσα ἐγὼ καὶ ἡ καρδία μου τοῦ γνῶναι καὶ τοῦ κατασκέψασθαι καὶ τοῦ ζητῆσαι σοφίαν καὶ ψῆφον, καὶ τοῦ γνῶναι ἀσεβοῦς ἀφροσύνην καὶ ὀχληρίαν καὶ περιφοράν.Verse 26Καὶ εὑρίσκω ἐγὼ αὐτὴν, καὶ ἐρῶ πικρότερον ὑπὲρ θάνατον· σὺν τὴν γυναῖκα ἥτις ἐστι θήρευμα, καὶ σαγῆναι καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς· ἀγαθὸς πρὸ προσώπου τοῦ Θεοῦ ἐξαιρεθήσεται ἀπʼ αὐτῆς, καὶ ἁμαρτάνων συλληφθήσεται ἐν αὐτῇ.Verse 27Ἴδε τοῦτο εὗρον, εἶπεν ὁ Ἐκκλησιαστής· μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμὸν,Verse 28ὃν ἐπεζήτησεν ἡ ψυχή μου, καὶ οὐχ εὗρον· καὶ ἄνθρωπον ἕνα ἀπὸ χιλίων εὗρον, καὶ γυναῖκα ἐν πᾶσι τούτοις οὐχ εὗρον.Verse 29Πλὴν ἴδε τοῦτο εὗρον, ὃ ἐποίησεν ὁ Θεὸς σὺν τὸν ἄνθρωπον εὐθῆ· καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς. Τίς οἶδε σοφοὺς, καὶ τίς οἶδε λύσιν ῥήματος;