Tools
Commentary

Deuteronomy 34 — BRE

See Hebrew/Greek in BSB →

34Verse 1Καὶ ἀνεβη Μωυσῆς ἀπὸ Ἀραβὼθ Μωὰβ ἐπὶ τὸ ὄρος Ναβαῦ, ἐπὶ κορυφὴν Φασγὰ, ἥ ἐστιν ἐπὶ προσώπου Ἱεριχώ· καὶ ἔδειξεν αὐτῷ Κύριος πᾶσαν τὴν γῆν Γαλαὰδ ἕως Δὰν,Verse 2καὶ πᾶσαν τὴν γῆν Νεφθαλὶ, καὶ πᾶσαν τὴν γῆν Ἐφραὶμ, καὶ Μανασσῆ, καὶ πᾶσαν τὴν γῆν Ἰούδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης,Verse 3καὶ τὴν ἔρημον, καὶ τὰ περίχωρα Ἱεριχὼ, πόλιν φοινίκων ἕως Σηγώρ.Verse 4Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, αὕτη ἡ γῆ ἣν ὤμοσα τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, λέγων, τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.Verse 5Καὶ ἐτελεύτησε Μωυσῆς ὁ οἰκέτης Κυρίου ἐν γῇ Μωὰβ διὰ ῥήματος Κυρίου.Verse 6Καὶ ἔθαψαν αὐτὸν ἐν Γαὶ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ εἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.Verse 7Μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐν τῷ τελευτᾷν αὐτόν· οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ ἐφθάρησαν τὰ χελώνια αὐτοῦ.Verse 8Καὶ ἔκλαυσαν οἱ υἱοὶ Ἰσραὴλ Μωυσῆν ἐν Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ τριάκοντα ἡμέρας, καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ.Verse 9Καὶ Ἰησοῦς υἱὸς Ναυῆ ἐνεπλήσθη πνεύματος συνέσεως, ἐπέθηκε γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοὺ ἐπʼ αὐτόν· καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ· καὶ ἐποίησαν καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ.Verse 10Καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωσῆς· ὃν ἔγνω Κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπονVerse 11ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν, ὃν ἀπέστειλεν αὐτὸν Κύριος ποιῆσαι αὐτὰ ἐν γῇ Αἰγύπτῳ Φαραὼ, καὶ τοῖς θεράπουσιν αὐτοῦ, καὶ πάσῃ τῇ γῇ αὐτοῦ·Verse 12τὰ θαυμάσια τὰ μεγάλα, καὶ τὴν χεῖρα τὴν κραταιὰν, ἃ ἐποίησε Μωυσῆς ἔναντι παντὸς Ἰσραήλ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?