Deuteronomy 18 — BRE
18Verse 1Οὐκ ἔσται τοῖς ἱερεῦσι τοῖς Λευίταις ὅλῃ φυλῇ Λευὶ μερὶς οὐδὲ κλῆρος μετὰ Ἰσραήλ· καρπώματα Κυρίου ὁ κλῆρος αὐτῶν, φάγονται αὐτά.Verse 2Κλῆρος δὲ οὐκ ἔσται αὐτοῖς ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ.Verse 3Καὶ αὕτη ἡ κρίσις τῶν ἱερέων τὰ παρὰ τοῦ λαοῦ παρὰ τῶν θυόντων τὰ θύματα, ἐάν τε μόσχον, ἐάν τε πρόβατον· καὶ δώσεις τὸν βραχίονα τῷ ἱερεῖ, καὶ τὰ σιαγόνια, καὶ τὸ ἔνυστρον,Verse 4καὶ τὰς ἀπαρχὰς τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου· καὶ τὴν ἀπαρχὴν τῶν κουρῶν τῶν προβάτων σου δώσεις αὐτῷ.Verse 5Ὅτι αὐτὸν ἐξελέξατο Κύριος ἐκ πασῶν τῶν φυλῶν σου, παρεστάναι ἔναντι Κυρίου τοῦ Θεοῦ, λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ἰσραήλ.Verse 6Ἐὰν δὲ παραγένηται ὁ Λευίτης ἐκ μιᾶς τῶν πόλεων ἐκ πάντων τῶν υἱῶν Ἰσραὴλ, οὗ αὐτὸς παροικεῖ, καθʼ ὅτι ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ, εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται,Verse 7λειτουργήσει τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ὥσπερ πάντες οἱ ἀδελφοὶ αὐτοῦ οἱ Λευῖται οἱ παρεστηκότες ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.Verse 8Μερίδα μεμερισμένην φάγεται, πλὴν τῆς πράσεως τῆς κατὰ πατριάν.Verse 9Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων.Verse 10Οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ ἐν πυρὶ, μαντευόμενος μαντείαν, κληδονιζόμενος, καὶ οἰωνιζόμενος, φαρμακοῖςVerse 11ἐπαείδων ἐπαοιδὴν, ἐγγαστρίμυθος, καὶ τερατοσκόπος, ἐπερωτῶν τοὺς νεκρούς.Verse 12Ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα· ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου.Verse 13Τέλειος ἔσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.Verse 14Τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτοὺς, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται· καί σοι οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου.Verse 15Προφήτην ἐκ τῶν ἀδελφῶν σου, ὡς ἐμὲ, ἀναστήσει σοι Κύριος ὁ Θεός σου· αὐτοῦ ἀκούσεσθε·Verse 16Κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες, οὐ προσθήσομεν ἀκοῦσαι τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ σου, καὶ τὸ πῦρ τοῦτο τὸ μὲγα οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν.Verse 17Καὶ εἶπε Κύριος πρὸς μὲ, ὀρθῶς πάντα ὅσα ἐλάλησαν πρὸς σέ.Verse 18Προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὰ ῥήματα ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθʼ ὅτι ἂν ἐντείλωμαι αὐτῷ.Verse 19Καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.Verse 20Πλὴν ὁ προφήτης ὃς ἂν ἀσεβήσῃ λαλῆσαι ἐπὶ τῷ ὀνόματί μου ῥῆμα ὃ οὐ προσέταξα λαλῆσαι, καὶ ὃς ἂν λαλήσῃ ἐν ὀνόματι θεῶν ἑτέρων, ἀποθανεῖται ὁ προφήτης ἐκεῖνος.Verse 21Ἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου, πῶς γνωσόμεθα τὸ ῥῆμα ὃ οὐκ ἐλάλησε Κύριος;Verse 22Ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐκεῖνος τῷ ὀνόματι Κυρίου, καὶ μὴ γένηται, καὶ μὴ συμβῇ, τοῦτο τὸ ῥῆμα ὃ οὐκ ἐλάλησε Κύριος, ἐν ἀσεβείᾳ ἐλάλησεν ὁ προφήτης ἐκεῖνος· οὐκ ἀφέξεσθε αὐτοῦ.