Baruch 1 — BRE
1Verse 1ΚΑΙ οὗτοι οἱ λόγοι τοῦ βιβλίου, οὓς ἔγραψε Βαροὺχ υἱὸς Νηρίου, υἱοῦ Μαασαίου, υἱοῦ Σεδεκίου, υἱοῦ Ἀσαδίου, υἱοῦ Χελκίου ἐν Βαβυλῶνι,Verse 2ἐν τῷ ἔτει τῷ πέμπτῳ, ἐν ἑβδόμῃ τοῦ μηνὸς, ἐν τῷ καιρῷ ᾧ ἔλαβον οἱ Χαλδαῖοι τὴν Ἱερουσαλὴμ, καὶ ἐνέπρησαν αὐτὴν ἐν πυρί.Verse 3Καὶ ἀνέγνω Βαροὺχ τοὺς λόγους τοῦ βιβλίου τούτου ἐν ὠσὶν Ἰεχονίου υἱοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα, καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ τῶν ἐρχομένων πρὸς τὴν βίβλον,Verse 4καὶ ἐν ὠσὶ τῶν δυνατῶν, καὶ υἱῶν τῶν βασιλέων, καὶ ἐν ὠσὶ τῶν πρεσβυτέρων, καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, πάντων τῶν κατοικούντων ἐν Βαβυλῶνι ἐπὶ ποταμοῦ Σούδ.Verse 5Καὶ ἔκλαιον, καὶ ἐνήστευον, καὶ ηὔχοντο ἐναντίον Κυρίου.Verse 6Καὶ συνήγαγον ἀργύριον, καθὸ ἑκάστου ἠδύνατο ἡ χεὶρ,Verse 7καὶ ἀπέστειλαν εἰς Ἱερουσαλὴμ πρὸς Ἰωακεὶμ υἱὸν Χελκίου, υἱοῦ Σαλὼμ, τὸν ἱερέα, καὶ πρὸς τοὺς ἱερεῖς, καὶ πρὸς πάντα τὸν λαὸν, τοὺς εὑρεθέντας μετʼ αὐτοῦ ἐν Ἱερουσαλὴμ,Verse 8ἐν τῷ λαβεῖν αὐτὸν τὰ σκεύη οἴκου Κυρίου, τὰ ἐξενεχθέντα ἐκ τοῦ ναοῦ, ἀποστρέψαι εἰς γῆν Ἰούδα, τῇ δεκάτῃ τοῦ Σειουὰλ, σκεύη ἀργυρᾶ, ἃ ἐποίησε Σεδεκίας υἱὸς Ἰωσία βασιλεὺς Ἰούδα,Verse 9μετὰ τὸ ἀποικίσαι Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος τὸν Ἰεχονίαν, καὶ τοὺς ἄρχοντας, καὶ τοὺς δεσμώτας, καὶ τοὺς δυνατοὺς, καὶ τὸν λαὸν τῆς γῆς ἀπὸ Ἱερουσαλὴμ, καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα.Verse 10Καὶ εἶπαν, ἰδοὺ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἀργύριον, καὶ ἀγοράσατε τοῦ ἀργυρίου ὁλοκαυτώματα, καὶ περὶ ἁμαρτίας, καὶ λίβανον, καὶ ποιήσατε μάννα, καὶ ἀνοίσατε ἐπὶ τὸ θυσιαστήριον Κυρίου τοῦ Θεοῦ ἡμῶν,Verse 11καὶ προσεύξασθε περὶ τῆς ζωῆς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, καὶ εἰς ζωὴν Βαλτάσαρ υἱοῦ αὐτοῦ, ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.Verse 12Καὶ δώσει Κύριος ἰσχὺν ἡμῖν, καὶ φωτίσει τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ ζησόμεθα ὑπὸ τὴν σκιὰν Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, καὶ ὑπὸ τὴν σκιὰν Βαλτάσαρ υἱοῦ αὐτοῦ, καὶ δουλεύσομεν αὐτοῖς ἡμέρας πολλὰς, καὶ εὑρήσομεν χάριν ἐναντίον αὐτῶν.Verse 13Καὶ προσεύξασθε περὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι ἡμάρτομεν τῷ Κυρίῳ Θεῷ ἡμῶν, καὶ οὐκ ἀπέστρεψεν ὁ θυμὸς Κυρίου καὶ ἡ ὀργὴ αὐτοῦ ἀφʼ ἡμῶν, ἕως τῆς ἡμέρας ταύτης.Verse 14Καὶ ἀναγνώσεσθε τὸ βιβλίον τοῦτο ὃ ἀπεστείλαμεν πρὸς ὑμᾶς, ἐξαγορεῦσαι ἐν οἴκῳ Κυρίου, ἐν ἡμέρᾳ ἑορτῆς, καὶ ἐν ἡμέραις καιροῦ,Verse 15Καὶ ἐρεῖτε, τῷ Κυρίῳ Θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ αἰσχύνη τῶν προσώπων, ὡς ἡ ἡμέρα αὕτη, ἀνθρώπῳ Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ,Verse 16καὶ τοῖς βασιλεῦσιν ἡμῶν, καὶ τοῖς ἄρχουσιν ἡμῶν, καὶ τοῖς ἱερεῦσιν ἡμῶν, καὶ τοῖς προφήταις ἡμῶν, καὶ τοῖς πατράσιν ἡμῶν,Verse 17ὧν ἡμάρτομεν ἔναντι Κυρίου,Verse 18καὶ ἠπειθήσαμεν αὐτῷ, καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου Θεοῦ ἡμῶν, πορεύεσθαι τοῖς προστάγμασι Κυρίου, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν,Verse 19ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγε Κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου· καὶ ἕως τῆς ἡμέρας ταύτης ἤμεθα ἀπειθοῦντες πρὸς Κύριον Θεὸν ἡμῶν, καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ.Verse 20Καὶ ἐκολλήθη εἰς ἡμᾶς τὰ κακὰ, καὶ ἡ ἀρὰ ἣν συνέταξε Κύριος τῷ Μωυσῇ παιδὶ αὐτοῦ, ἐν ἡμέρᾳ ᾗ ἐξήγαγε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι, ὡς ἡ ἡμέρα αὐτη.Verse 21Καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, κατὰ πάντας τοὺς λόγους τῶν προφητῶν, ὧν ἀπέστειλε πρὸς ἡμᾶς.Verse 22Καὶ ᾠχόμεθα ἕκαστος ἐν διανοίᾳ καρδίας αὐτοῦ τῆς πονηρᾶς, ἐργάζεσθαι θεοῖς ἑτέροις ποιῆσαι τὰ κακὰ κατʼ ὀφθαλμοὺς Κυρίου Θεοῦ ἡμῶν.