4 Maccabees 5 — BRE

5Verse 1Προκαθίσας γέ τοι μετὰ τῶν συνέδρων ὁ τύραννος Ἀντίοχος ἐπί τινος ὑψηλοῦ τόπου,Verse 2καὶ τῶν στρατευμάτων αὐτῶν ἐνόπλων κυκλόθεν παρεστηκότων παρεκέλευεν τοῖς δορυφόροις ἕνα ἕκαστον τῶν Ἑβραίων περισπᾶσθαι καὶ κρεῶν ὑείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι.Verse 3Εἰ δὲ τινες μὴ θέλοιεν μιαροφαγῆσαι, τούτους τροχισθέντας ἀναιρεθῆναι.Verse 4Πολλῶν δὲ συναρπασθέντων, εἷς πρῶτος ἐκ τῆς ἀγέλης Ἑβραῖος ὀνόματι Ἐλεάζαρος, τὸ γένος ἱερεὺς, τὴν ἐπιστήμην νομικὸς, καὶ τὴν ἡλικίαν προήκων, καὶ πολλοῖς τῶν περὶ τὸν τύραννον διὰ τὴν ἡλικίαν γνώριμος, παρήχθη πλησίον αὐτοῦ.Verse 5Καὶ αὐτὸν ἰδὼν ὁ Ἀντίοχος, ἔφη,Verse 6ἐγὼ πρὶν ἂρξασθαι τῶν κατὰ σοῦ βασάνων, ὦ πρεσβύτα, συμβουλεύσαιμʼ ἄν σοι ταῦτα ὅπως ἀπογευσάμενος τῶν ὑείων σώζοιο· αἰδοῦμαι γάρ σου τὴν ἡλικίαν καὶ τὴν πολιὰν, ἥν μετὰ τοσοῦτον ἔχων χρόνον, οὔ μοι δοκεῖς φιλοσοφεῖν, τῇ Ἰουδαιων χρώμενος θρησκείᾳ.Verse 7Διατί γὰρ τῆς φύσεως κεχαρισμένης καλλίστην τὴν τοῦδε τοῦ ζώου σαρκοφαγίαν βδελύττῃ;Verse 8Καὶ γὰρ ἀνόητον τοῦτο τὸ μὴ ἀπολαύειν τῶν χωρὶς ὀνείδους ἡδέων, καὶ διʼ ἄδικον ἀποστρέφεσθαι τὰς τῆς φύσεως χάριτας.Verse 9Σὺ δέ μοι καὶ ἀνοητότερον ποιήσειν δοκεῖς, εἰ κενοδοξῶν περὶ τὸ ἀληθὲς,Verse 10ἔτι κᾀμοῦ καταφρονήσεις ἐπὶ τῇ ἰδίᾳ τιμωρίᾳ· οὐκ ἐξυπνώσεις ἀπὸ τῆς φλυάρου φιλοσοφίας ὑμῶν;Verse 11Καὶ ἀποσκεδάσεις ψῶν λογισμῶν σου τὸν λῆρον, καὶ ἄξιον τῆς ἡλικίας ἀναλαβῶν νοῦν φιλοσοφήσεις τήν τοῦ συμφέροντος ἀλήθειαν;Verse 12καὶ προσκυνήσας μου τὴν φιλάνθρωπον παρηγορίαν οἰκτειρήσεις τὸ σεαυτοῦ γῆρας;Verse 13καὶ γὰρ ἐνθυμήθητι, ὡς εἰ καί τις ἐστιν τῆσδε τῆς θρησκείας ἐποπτικὴ δύναμις, συγνωμονήσειν σοι ἐπὶ πᾶσιν διʼ ἀνάγκην παρανομίᾳ γεινομένῃ.Verse 14Τοῦτον τὸν τρόπον ἐπὶ τὴν ἔκθεσμον σαρκοφαγίαν ἐποτρύνοντος τοῦ τυράννου, λόγον ᾔτησεν ὁ Ἐλεάζαρος.Verse 15Καὶ λαβὼν τοῦ λέγειν ἐξουσίαν, ἤρξατο δημηγορεῖν οὕτως·Verse 16ἡμεῖς, Αντίοχε, θείῳ πεπεισμένοι νόμῳ πολιτευεσθαι, οὐδεμίαν ἀνάγκην βιαιοτέραν εἶναι νομίζομεν τῆς πρὸς τὸν νόμον ἡμῶν εὐπειθείας.Verse 17Διὸ δὲ κατʼ οὐδένα τρόπον παρανομεῖν ἀξιοῦμεν.Verse 18Καί τοι εἰ καὶ κατὰ ἀλήθειαν μὴ ἦν ὁ νόμος ἡμῶν, ὡς σὺ ὑπολαμβάνεις, θεῖος, (ἄλλως δὲ νομίζομεν αὐτὸν εἶναι θεῖον) οὐδὲ οὕτως ἐξὸν ἡμῖν ἦν τὴν ἐπὶ τῇ εὐσεβείᾳ δόκαν ἀκυρῶσαι.Verse 19Μὴ μικρὰν οὖν εἶναι νομίσῃς ταύτην, εἰ μιαροφαγήσεμεν, ἁμαρτίαν.Verse 20Τὸ γὰρ ἐν μικροῖς καὶ ἐν μεγάλοις παρανομεῖν ἰσοδύναμόν ἐστιν·Verse 21διʼ ἑκατέρου γὰρ ὡς ὁμοίως ὁ νόμος ὑπερηφανεῖται.Verse 22Χλευάζεις δὲ ἡμῶν τὴν φιλοσοφίαν, ὥσπερ οὐ μετὰ εὐλογιστίας ἐν αὐτῇ βιούντων.Verse 23Σωφροσύνην τε γὰρ ἡμᾶς ἐκδιδάσκει, ὥστε πασῶν τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν κρατεῖν, καὶ ἀνδρείαν ἐξασκεῖν, ὥστε πάντα πόνον ἑκουσίως ὑπομένειν·Verse 24καὶ δικαιοσύνην παιδεύει, ὥστε διὰ πάντων τῶν ἠθῶν ἰσονομεῖν καὶ εὐσέβειαν διδάσκειν, ὥστε μόνον τὸν ὄντα Θεὸν σέβειν μεγαλοπρεπῶς.Verse 25Διὸ οὐ μιαροφαγοῦμεν· πιστεύοντες γὰρ Θεοῦ καθεστᾶναι τὸν νόμον, οἴδαμεν ὅτι καὶ κατὰ φύσιν ἡμῖν συμπαθεῖ νομοθετῶν ὁ τοῦ κόσμου κτίστης·Verse 26τὰ μὲν οἰκειωθωσόμενα ἡμῶν ταῖς ψυχαῖς ἐπέτρεψεν ἐσθίειν, τὰ δὲ ἐναντιωθησόμενα ἐκώλυσεν σαρκοφαγεῖν.Verse 27Τυραννικὸν δὲ, οὐ μόνον ἀναγκάζεις ἡμᾶς παρανομεῖν, ἀλλὰ καὶ ἐσθίειν, ὅπως τῇ ἐχθίστῃ ἡμῶν μιαροφαγίᾳ ταύτῃ ἔτι ἐγγελάσῃς.Verse 28Ἀλλʼ οὐ γελάσεις κατʼ ἐμοῦ τοῦτον τὸν γέλωτα·Verse 29οὔτε τοὺς ἱεροὺς τῶν προγόνων περὶ τοῦ φυλάξαι τὸν νόμον ὅρκους οὐ παρήσω.Verse 30Οὐδʼ ἂν ἐκκόψεις μου τὰ ὄμματα, καὶ τὰ σπλάγχνα μου τήξεις.Verse 31Οὐχ οὕτως εἰμὶ γέρων ἐγὼ καὶ ἄνανδρος, ὥστε μοι διὰ τὴν εὐσέβειαν μὴ νεάζειν τὸν λογισμόν.Verse 32Πρὸς ταῦτα τροχοὺς εὐτρέπιζε, καὶ τὸ πῦρ ἐκφύσα σφοδρότερον.Verse 33Οὐχ οὕτως οἰκτειρήσω τὸ ἐμαυτοῦ γῆρας, ὥστε με διʼ ἐμαυτοῦ τὸν πάτριον καταλῦσαι νόμον.Verse 34Οὐ ψεύσομαί σε, παιδευτὰ νόμε, οὐδὲ φεύξομαί σε, φίλη ἐγκράτεια.Verse 35Οὐδὲ καταισχυνῶ σε, φιλόσοφε λόγε, οὐδὲ ἐξαρνήσεμαί σε, ἱερωσύνη τιμία, καὶ νομοθεσίας ἐπιστήμη·Verse 36οὐδὲ μιανεῖς μου τὸ σεμνὸν γήρηως στόμα, οὐδὲ νομίμου βίου ἡλικίαν.Verse 37Ἁγνόν με οἱ πατέρες προσδέξονται, μὴ φοβηθέντα σου τὰς μέχρι θανάτου ἀνάγκας.Verse 38Ἀσεβῶν μὲν γὰρ τυραννήσεις· τῶν δὲ ἐμῶν περὶ τῆς εὐσεβείας λογισμῶν οὔτε λόγοις δεσπόσεις, οὔτε διʼ ἔργων.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?