4 Maccabees 3 — BRE

3Verse 1Ἐστὶ δὲ κομιδῆ γελοῖος ὁ λογισμός οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται, ἀλλὰ τῶν σωματικῶν.Verse 2Οἷον ἐπιθυμίαν τις ὑμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται ὁ λογισμὸς παρασχέσθαι.Verse 3Θυμόν τις οὐ δύναται ἐκκόψαι ἡμῶν τῆς ψυχῆς, ἀλλὰ τῷ θυμῷ δυνατὸν βοηθῆσαι.Verse 4Κακοήθειάν τις ὑμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ τὸ μὴ καμφθῆναι τῇ κακοηθείᾀ δυνατὸν ὁ λογισμὸς συμμαχῆσαι.Verse 5Οὐ γὰρ ἐκριζωτὴς τῶν παθῶν ὁ λογισμός ἐστιν, ἀλλʼ ἀνταγωνιστής.Verse 6Ἔστιν γοῦν τοῦτο διὰ τῆς Δαυεὶδ τοῦ βασιλέως δίψης σαφέστερον ἐπιλογίσασθαι.Verse 7Ἐπεὶ γὰρ διʼ ὅλης ἡμέρας προσβαλὼν τοῖς ἀλλοφύλοις ὁ Δαυὶδ, πολλοὺς αὐτῶν ἀπέκτεινεν μετὰ τῶν τοῦ ἔθνους στρατιωτῶν·Verse 8τότε δὲ γενομένης ἑσπέρας, ὑδρῶν καὶ σφόδρα κεκμηκὼς, ἐπὶ τὴν βασίλειον σκηνὴν ἦλθεν, περὶ ἣν ὁ πᾶς τῶν προγόνων στρατὸς ἐστρατοπέδευκεν.Verse 9Οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὸ δεῖπνον ἦσαν.Verse 10Ὁ δὲ βασιλεὺς ὡς μάλιστα διψῶν, καίπερ ἀφθόνους ἔχων πηγὰς, οὐκ ἠδύνατο διʼ αὐτῶν ἰάσασθαι τὴν δίψαν·Verse 11ἀλλά τις αὐτὸν ἀλόγιστος ἐπιθυμία τοῦ παρὰ τοῖς πολεμίοις ὕδατος ἐπιτείνουσα συνέφρυγεν, καὶ λύουσα κατέφλεγεν.Verse 12Ὅθεν τῶν ὑπερασπιστῶν ἐπὶ τῇ τοῦ βασιλέως ἐπιθυμία σχετλιαζόντων, δύο νεανίσκοι στρατιῶται καρτεροὶ καταιδεσθέντες τὴν τοῦ βασιλέως ἐπιθυμίαν, τὰς πανοπλίας καθωπλίσαντο, καὶ κάλπην λαβόντες ὑπερέβησαν τοὺς τῶν πολεμίων χάρακας·Verse 13καὶ λαθόντες τοὺς τῶν πυλῶν ἀκροφύλακας, διεξῄεσαν εὑράμενοι κατὰ πᾶν τὸ τῶν πολεμίων στρατόπεδον.Verse 14Καὶ ἀνευράμενοι θαῤῥαλέως τὴν πηγὴν, ἐξ αὐτῆς ἐγέμισαν τῷ βασιλεῖ τὸ ποτόν.Verse 15Ὁ δὲ καὶ περὶ τὴν δίψαν διαπυρούμενος, ἐλογίσατο πάνδεινον εἶναι κίνδυνον τῇ ψυχῇ λογισθὲν ἰσοδύναμον τὸ ποτὸν αἵματι.Verse 16Ὅθεν ἀντιθεὶς τῇ ἐπιθυμίᾳ τὸν λογισμὸν, ἔσπεισεν τὸ πόμα τῷ Θεῷ.Verse 17Δυνατὸς γὰρ ὁ σώφρων νοῦς νικῆσαι τὰς τῶν παθῶν ἀνάγκας, καὶ σβέσαι τὰς τῶν οἴστρων φλεγμονὰς, καὶ τὰς τῶν σωμάτων ἀλγηδόνας καθʼ ὑπερβολὴν οὔσας καταπαλαῖσαι,Verse 18καὶ τῆς καλοκᾳγαθίας τοῦ λογισμοῦ ἀποπτῦσαι πάσας τὰς τῶν παθῶν ἐπικρατείας.Verse 19Ἤδη δὲ καὶ ὁ καιρὸς ἡμᾶς καλεῖ ἐπὶ τὴν ἀπόδειξιν τῆς ἱστορίας τοῦ σώφρονος λογισμοῦ.Verse 20Ἐπειδὴ γὰρ βαθεῖαν εἰρήνην διὰ τὴν εὐνομίαν οἱ πατέρες ἡμῶν εἶχον, καὶ ἔπραττον καλῶς, ὥστε καὶ τὸν τῆς Ἀσίας βασιλέα Σέλευκον τὸν Νικάνορα καὶ χρήματα εἰς τὴν ἱερουργίαν αὐτοῖς ἀποφορίσαι, καὶ τὴν πολιτείαν αὐτῶν ἀποδέχεσθαι·Verse 21τότε δή τινες πρὸς τὴν κοινὴν νεωτερίσαντες ὁμόνοιαν, πυλυτρόπως ἐχρήσαντο συμφοραῖς.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?