Tools
Commentary

2 Samuel 4 — BRE

See Hebrew/Greek in BSB →

4Verse 1Καὶ ἤκουσεν Ἰεβοσθὲ υἱὸς Σαοὺλ, ὅτι τέθνηκεν Ἀβεννὴρ υἱὸς Νὴρ ἐν Χεβρὼν, καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες Ἰσραὴλ παρείθησαν.Verse 2Καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Ἰεβοσθὲ υἱῷ Σαούλ· ὄνομα τῷ ἑνὶ Βαανὰ, καὶ ὄνομα τῷ δευτέρῳ Ῥηχὰβ, υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμίν· ὅτι Βηρὼθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμίν·Verse 3Καὶ ἀπέδρασαν οἱ Βηρωθαῖοι εἰς Γεθαὶμ, καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης.Verse 4Καὶ τῷ Ἰωνάθαν υἱῷ Σαοὺλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτῶν πέντε, καὶ οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαοὺλ καὶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ἰεζραὴλ, καὶ ᾖρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ, καὶ ἔφυγε· καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὸν καὶ ἀναχωρεῖν, καὶ ἔπεσε καὶ ἐχωλάνθη, καὶ ὄνομα αὐτῷ Μεμφιβοσθέ.Verse 5Καὶ ἐπορεύθησαν υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου Ῥηχὰβ καὶ Βαανὰ, καὶ εἰσῆλθον εν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Ἰεβοσθὲ, καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας.Verse 6Καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρε πυροὺς, καὶ ἐνύσταξε καὶ ἐκάθευδε· καὶ Ῥηχὰβ καὶ Βαανὰ οἱ ἀδελφοὶ διέλαθον,Verse 7καὶ εἰσῆλθον εἰς τὸν οἶκον· καὶ Ἰεβοσθὲ ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ· καὶ τύπτουσιν αὐτὸν, καὶ θανατοῦσιν αὐτὸν, καὶ ἀφαιροῦσι τὴν κεφαλὴν αὐτοῦ· καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ, καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα.Verse 8Καὶ ἤνεγκαν τὴν κεφαλὴν Ἰεβοσθὲ τῷ Δαυὶδ εἰς Χεβρὼν, καὶ εἶπον πρὸς τὸν βασιλέα, ἰδοὺ ἡ κεφαλὴ Ἰεβοσθὲ υἱοῦ Σαοὺλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου, καὶ ἔδωκε Κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαοὺλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ.Verse 9Καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ῥηχὰβ καὶ τῷ Βαανὰ ἀδελφῷ αὐτοῦ υἱοῖς Ῥεμμὼν τοῦ Βηρωθαίου, καὶ εἶπεν αὐτοῖς, ζῇ Κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκε Σαοὺλ,Verse 10καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου, καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα αὐτὸν ἐν Σεκελὰκ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια.Verse 11Καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν, καὶ ἐξολοθρεύσω ὑμᾶς ἐκ τῆς γῆς.Verse 12Καὶ ἐνετείλατο Δαυὶδ τοῖς παιδαρίοις αὐτοῦ, καὶ ἀποκτείνουσιν αὐτούς, καὶ κολοβοῦσι τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν, καὶ ἐκρέμασαν αὐτοὺς ἐπι τῆς κρήνης ἐν Χεβρὼν, καὶ τὴν κεφαλὴν Ἰεβοσθὲ ἔθαψαν ἐν τῷ τάφῳ Ἀβεννὴρ υἱοῦ Νήρ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?