2 Samuel 22 — BRE
22Verse 1Καὶ ἐλάλησε Δαυὶδ τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης, ἐν ᾗ ἡμέρᾳ ἐξείλετο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαούλ.Verse 2Καὶ εἶπεν ᾠδή· Κύριε πέτρα μου, καὶ ὀχύρωμά μου, καὶ ἐξαιρούμενός με ἐμοί,Verse 3ὁ Θεός μου, φύλαξ μου ἔσται μοι, πεποιθὼς ἔσομαι ἐπʼ αὐτῷ· ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, ἀντιλήπτωρ μου, καὶ καταφυγή μου σωτηρίας μου, ἐξ ἀδίκου σώσεις με.Verse 4Αἰνετὸν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.Verse 5Ὅτι περιέσχον με συντριμμοὶ θανάτου, χείμαῤῥοι ἀνομίας ἐθάμβησάν με.Verse 6Ὠδῖνες θανάτου ἐκύκλωσάν με, προέφθασάν με σκληρότητες θανάτου.Verse 7Ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου βοήσομαι, καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ.Verse 8Καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ, καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν καὶ ἐσπαράχθησαν, ὃτι ἐθυμώθη Κύριος αὐτοῖς.Verse 9Ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται· ἄνθρακες ἐξεκαύθησαν ἀπʼ αὐτοῦ.Verse 10Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ.Verse 11Καὶ ἐπεκάθισεν ἐπὶ τῷ χερουβὶν καὶ ἐπετάσθη, καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου.Verse 12Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων, ἐπάχυνεν ἐν νεφέλαις ἀέρος.Verse 13Ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός.Verse 14Ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ.Verse 15Καὶ ἀπέστειλε βέλη, καὶ ἐσκόρπισεν αὐτούς· καὶ ἢστραψεν ἀστραπὴν, καὶ ἐξέστησεν αὐτούς.Verse 16Καὶ ὤφθησαν ἀφέσεις θαλάσσης, καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει Κυρίου, ἀπὸ πνοῆς πνεύματος θυμοῦ αὐτοῦ.Verse 17Ἀπέστειλεν ἐξ ὕξ ὕψους καὶ ἔλαβέ με, εἵλκυσέ με ἐξ ὑδάτων πολλῶν.Verse 18Ἐῤῥύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος, ἐκ τῶν μισούντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.Verse 19Προέφθασάν με ἡμέραι θλίψεώς μου· καὶ ἐγένετο Κύριος ἐπιστήριγμά μου;Verse 20καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν, καὶ ἐξείλετό με, ὅτι ηὐδόκησες ἐν ἐμοί.Verse 21Καὶ ἀνταπέδωκέ μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέ μοι.Verse 22Ὅτι ἐφύλαξα ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου.Verse 23Ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπʼ αὐτῶν.Verse 24Καὶ ἔσομαι ἄμωμος αὐτῷ, καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.Verse 25Καὶ ἀποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.Verse 26Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ·Verse 27Καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ στρεβλωθήσῃ.Verse 28Καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις, καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις.Verse 29Ὅτι σὺ ὁ λύχνος μου Κύριε, καὶ Κύριος ἐκλάμψει μοι τὸ σκότος μου.Verse 30Ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος.Verse 31Ὁ ἰσχυρὸς ἄμωμος ἡ ὁδὸς αὐτοῦ· τὸ ῥῆμα Κυρίου κραταιὸν πεπυρωμένον· ὑπερασπιστής ἐστι πᾶσι τοῖς πεποιθόσιν ἐπʼ αὐτόν.Verse 32Τίς ἰσχυρὸς πλὴν Κυρίου; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ Θεοῦ ἡμῶν;Verse 33Ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου.Verse 34Τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων, καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με.Verse 35Διδάσκων χεῖράς μου εἰς πόλεμον, καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου.Verse 36Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ ὑπακοή σου ἐπλήθυνέ με εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου,Verse 37καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου.Verse 38Διώξω ἐχθρούς μου, καὶ ἀφανιῶ αὐτοὺς, καὶ οὐκ ἀναστρέψω ἕως ἂν συντελέσω αὐτούς.Verse 39Καὶ θλάσω αὐτοὺς καὶ οὐκ ἀναστήσονται, καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου.Verse 40Καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον, κάμψεις τοὺς ἐπιστανομένους μοι ὑποκάτω μου.Verse 41Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς.Verse 42Βοήσονται, καὶ οὐκ ἔστι βοηθὸς, πρὸς Κύριον, καὶ οὐκ ἐπήκουσεν αὐτῶν.Verse 43Καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς, ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς.Verse 44Καὶ ῥύσῃ με ἐκ μάχης λαῶν, φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνω ἐδούλευσάν μοι.Verse 45Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου.Verse 46Υἱοὶ ἀλλότριοι ἀποῤῥιφήσονται, καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν.Verse 47Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ φύλαξ μου, καὶ ὑψωθήσεται ὁ Θεός μου ὁ φύλαξ τῆς σωτηρίας μου.Verse 48Ἰσχυρὸς Κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, παιδεύων λαοὺς ὑποκάτω μου,Verse 49καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου· καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ῥύσῃ με.Verse 50Διὰ τοῦτο ἐξομολογήσομαί σοι Κύριε ἐν τοῖς ἔθνεσι, καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ.Verse 51Μεγαλύνων τὰς σωτηρίας βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ τῷ Δαυὶδ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Καὶ οὗτοι οἱ λόγοι Δαυὶδ οἱ ἔσχατοι·