Tools
Commentary

2 Samuel 17 — BRE

See Hebrew/Greek in BSB →

17Verse 1Καὶ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλὼμ, ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν, καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυὶδ τὴν νύκτα.Verse 2Καὶ ἐπελεύσομαι ἐπʼ αὐτὸν, καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσὶ, καὶ ἐκστήσω αὐτὸν, καὶ φεύξεται πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ, καὶ πατάξω τὸν βασιλέα μονώτατον·Verse 3Καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρὸς σὲ, ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς· πλὴν ψυχὴν ἀνδρὸς ἑνὸς σὺ ζητεῖς, καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη.Verse 4Καὶ εὐθὺς ὁ λόγος ἐν ὀφθαλμοῖς Ἀβεσσαλὼμ, καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων Ἰσραήλ.Verse 5Καὶ εἶπεν Ἀβεσσαλὼμ, καλέσατε δὴ καί γε τὸν Χουσὶ τὸν Ἀραχὶ, καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ, καί γε αὐτοῦ.Verse 6Καὶ εἰσῆλθε Χουσὶ πρὸς Ἀβεσσαλὼμ, καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς αὐτὸν, λέγων, κατὰ τὸ ῥῆμα τοῦτο ἐλάλησεν Ἀχιτόφελ· ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ; εἰ δὲ μὴ, σὺ λάλησον.Verse 7Καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλὼμ, οὐκ ἀγαθὴ αὕτη ἡ βουλὴ ἣν ἐβουλεύσατο Ἀχιτόφελ τὸ ἅπαξ τοῦτο.Verse 8Καὶ εἶπε Χουσὶ, σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ, ὅτι δυνατοί εἰσι σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν, ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ, καὶ ὡς ὗς τραχεῖα ἐν τῇ πεδίῳ· ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς, καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν.Verse 9Ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἢ ἐν ἑνὶ τῶν τόπων· καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ, καὶ ἀκούσῃ ἀκούων, καὶ εἴπῃ, ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω Ἀβεσσαλώμ·Verse 10Καί γε αὐτὸς υἱὸς δυνάμεως, οὗ ἡ καρδία καθὼς ἡ καρδία τοῦ λέοντος, τηκομένη τακήσεται· ὅτι· οἶδε πᾶς Ἰσραὴλ, ὅτι δυνατὸς ὁ πατήρ σου, καὶ υἱοὶ δυνάμεως οἱ μετʼ αὐτοῦ.Verse 11Ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα, καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος· καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν.Verse 12Καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ, καὶ παρεμβαλοῦμεν ἐπʼ αὐτὸν, ὡς πίπτει δρόσος ἐπὶ τὴν γῆν, καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσιν αὐτοῦ τοῖς μετʼ αὐτοῦ, καί γε ἕνα.Verse 13Καὶ ἐὰν εἰς τὴν πόλιν συναχθῇ, καὶ λήψεται πᾶς Ἰσραὴλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία, καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάῤῥουν, ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος.Verse 14Καὶ εἶπεν Ἀβεσσαλὼμ, καὶ πᾶς ἀνὴρ Ἰσραὴλ, ἀγαθὴ ἡ βουλὴ Χουσὶ τοῦ Ἀραχὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ· καὶ Κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν τοῦ Ἀχιτόφελ τὴν ἀγαθὴν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβεσσαλὼμ τὰ κακὰ πάντα.Verse 15Καὶ εἶπε Χουσὶ ὁ τοῦ Ἀραχὶ πρὸς Σαδὼκ καὶ Ἀβιάθαρ τοὺς ἱερεῖς, οὕτως καὶ οὕτως συνεβούλευσεν Ἀχιτόφελ τῷ Ἀβεσσαλὼμ καὶ τοῖς πρεσβυτέροις Ἰσραήλ· καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ.Verse 16Καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ Δαυὶδ, λέγοντες, μὴ αὐλισθῇς τὴν νύκτα ἐν Ἀραβὼθ τῆς ἐρήμου, καί γε διαβαίνων σπεῦσον, μήποτε καταπείσῃ τὸν βασιλέα, καὶ πάντα τὸν λαὸν τὸν μετʼ αὐτοῦ.Verse 17Καὶ Ἰωνάθαν καὶ Ἀχιμάας εἱστήκεισαν ἐν τῇ πηγῇ Ῥωγὴλ, καὶ ἐπορεύθη ἡ παιδίσκη, καὶ ἀνήγγειλεν αὐτοῖς, καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσι τῷ βασιλεῖ Δαυίδ· ὅτι οὐκ ἠδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν τἰς τὴν πόλιν.Verse 18Καὶ εἶδεν αὐτοὺς παιδάριον, καὶ ἀνήγγειλε τῷ Ἀβεσσαλώμ· καὶ ἐπορεύθησαν οἱ δύο ταχέως, καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαουρίμ· καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ, καὶ κατέβησαν ἐκεῖ.Verse 19Καὶ ἔλαβεν ἡ γυνὴ, καὶ διεπέτασε τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου, καὶ ἔψυξεν ἐπʼ αὐτῷ ἀραφὼθ, καὶ οὐκ ἐγνώσθη ῥῆμα.Verse 20Καὶ ἦλθον οἱ παῖδες Ἀβεσσαλὼμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν, καὶ εἶπαν, ποῦ Ἀχιμάας καὶ Ἰωνάθαν; καὶ εἶπεν αὐτοῖς ἡ γυνὴ, παρῆλθαν μικρὸν το ὕδατος· καὶ ἐζήτησαν, καὶ οὐχ εὗραν, καὶ ἀνέστρεψαν εἰς Ἰερουσαλήμ.Verse 21Ἐγένετο δὲ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς, καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου, καὶ ἐπορεύθησαν· καὶ ἀπήγγειλαν τῷ βασιλεῖ Δαυὶδ, καὶ εἶπαν πρὸς Δαυὶδ, ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ, ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν Ἀχιτόφελ.Verse 22Καὶ ἀνέστη Δαυὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ, καὶ διέβησαν τὸν Ἰορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωῒ, ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθε τὸν Ἰορδάνην.Verse 23Καὶ Ἀχιτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ, καὶ ἀπήγξατο καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ.Verse 24Καὶ Δαυεὶδ διῆλθεν εἰς Μαναΐμ καὶ Ἀβεσσαλὼμ διέβη τὸν Ἰορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ἰσραὴλ μετʼ αὐτοῦ.Verse 25Καὶ τὸν Ἀμεσσαῒ κατέστησεν Ἀβεσσαλὼμ ἀντὶ Ἰωὰβ ἐπὶ τῆς δυνάμεως. Καὶ Ἀμεσσαῒ υἱὸς ἀνδρὸς, καὶ ὄνομα αὐτῷ Ἰεθὲρ ὁ Ἰεζραηλίτης· οὗτος εἰσῆλθε πρὸς Ἀβιγαίαν θυγατέρα Νάας ἀδελφὴν Σαρουίας μητρὸς Ἰωάβ.Verse 26Καὶ παρενέβαλε πᾶς Ἰσραὴλ καὶ Ἀβεσσαλὼμ εἰς τὴν γῆν Γαλαάδ.Verse 27Καὶ ἐγένετο ἡνίκα ἦλθε Δαυὶδ εἰς Μαναῒμ, καὶ Οὐεσβὶ υἱὸς Νάας ἐκ Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ Μαχὶρ υἱὸς Ἀμιὴλ ἐκ Λωδαβὰρ, καὶ Βερζελλὶ ὁ Γαλααδίτης ἐκ Ῥωγελλὶμ,Verse 28ἤνεγκαν δέκα κοίτας ἀμφιτάπους, καὶ λέβητας δέκα, καὶ σκεύη κεράμου, καὶ πυροὺς, καὶ κριθὰς, καὶ ἄλευρον, καὶ ἄλφιτον, καὶ κύαμον, καὶ φακὸν,Verse 29καὶ μέλι, καὶ βούτυρον καὶ πρόβατα καὶ σαφὼθ βοῶν· καὶ προσήνεγκαν τῷ Δαυὶδ, καὶ τῷ λαῷ τῷ μετʼ αὐτοῦ φαγεῖν· ὅτι εἶπεν, ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?