2 Maccabees 7 — BRE

7Verse 1Συνέβη δὲ καὶ ἑπτὰ ἀδελφοὺς μετὰ τῆς μητρὸν συλληφθέντας ἀναγκάζεσθαι ὑπὸ τοῦ βασιλέως ἀπὸ τῶν ἀθεμίτων ὑείων κρεῶν ἐφάπτεσθαι, μάστιξι καὶ νευραῖς αἰκιζομένους.Verse 2Εἷς δὲ αὐτῶν γενόμενος προήγορος, οὕτως ἔφη, τί μέλλεις ἐρωτᾷν, καὶ μανθάνειν παρʼ ἡμῶν; ἕτοιμοι γὰρ ἀποθνήσκειν ἐσμὲν ἢ παραβαίνειν τοὺς πατρίους νόμους.Verse 3Ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς, προσέταξε τήγανα, καὶ λέβητας ἐκπυροῦν.Verse 4Τῶν δὲ ἐκπυρωθέντων, παραχρῆμα τὸν γενόμενον αὐτῶν προήγορον προσέταξε γλωσσοτομεῖν, καὶ περισκυθίσαντας ἀκρωτηριάζειν, τῶν λοιπῶν ἀδελφῶν, καὶ τῆς μετρὸς, συνορώντων.Verse 5Ἄχρηστον δὲ αὐτὸν τοῖς ὅλοις γενόμενον, ἐκέλευσε τῇ πυρᾷ προσάγειν ἔμπνουν, καὶ τηγανίζειν· τῆς δὲ ἀτμίδος ἐφʼ ἱκανὸν διαδιδούσης τοῦ τηγάνου, ἀλλήλους παρεκάλουν σὺν τῇ μητρὶ γενναίως τελευτᾷν, λέγοντες οὕτως.Verse 6Ὁ Κύριος ὁ Θεὸς ἐφορᾷ, καὶ ταῖς ἀληθείαις ἐφʼ ἡμῖν παρακαλεῖται, καθάπερ διὰ τῆς κατὰ πρόσωπον ἀντιμαρτυρούσης ᾠδῆς διεσάφησε Μωυσῆς, λέγων, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.Verse 7Μεταλλάξαντος δὲ τοῦ πρώτου τὸν τρόπον τοῦτον, τὸν δεύτερον ἦγον ἐπὶ τὸν ἐμπαιγμόν· καὶ τὸ τῆς κεφαλῆς δέρμα σὺν ταῖς θριξὶ περισύραντες, ἐπηρώτων, εἰ φάγεσαι πρὸ τοῦ τιμωρηθῆναι τὸ σῶμα κατὰ μέλος;Verse 8Ὁ δὲ ἀποκριθεὶς τῇ πατρίῳ φωνῇ εἶπεν, οὐχί· διόπερ καὶVerse 9οὗτος τὴν ἑξῆς ἔλαβε βάσανον, ὡς ὁ πρῶτος. Ἐν ἐσχάτῇ δὲ πνοῇ γενόμενος, εἶπε, σὺ μὲν ἀλάστωρ ἐκ τοῦ παρόντος ἡμᾶς ζῇν ἀπολύεις, ὁ δὲ τοῦ κόσμου βασιλεὺς ἀποθανόντας ἡμᾶς ὑπὲρ τῶν αὐτοῦ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωῆς ἡμᾶς ἀναστήσει.Verse 10Μετὰ δὲ τοῦτον ὁ τρίτος ἐνεπαίζετο, καὶ τὴν γλῶσσαν αἰτηθεὶς ταχέως προέβαλε, καὶ τὰς χεῖρας εὐθαρσῶς προέτεινε,Verse 11καὶ γενναίως εἶπεν, ἐξ οὐρανοῦ ταῦτα κέκτημαι, καὶ διὰ τοὺς αὐτοῦ νόμους ὑπερορῶ ταῦτα, καὶ παρʼ αὐτοῦ ταῦτα πάλιν ἐλπίζω κομίσασθαι.Verse 12Ὥστε αὐτὸν τὸν βασιλέα καὶ τοὺς σὺν αὐτῷ ἐκπλήσσεσθαι τὴν τοῦ νεανίσκου ψυχὴν, ὡς ἐν οὐδενὶ τὰς ἀλγηδόνας ἐτίθετο.Verse 13Καὶ τούτου δὲ μεταλλάξαντος, τὸν τέταρτον ὡσαύτως ἐβασάνιζον αἰκιζόμενοι.Verse 14Καὶ γεννόμενος πρὸς τὸ τελευτᾷν, οὕτως ἔφη, αἱρετὸν μεταλλάσσοντας ὑπʼ ἀνθρώπων τὰς ὑπὸ τοῦ Θεοῦ προσδοκᾷν ἐλπίδας, πάλιν ἀναστήσεσθαι ὑπʼ αὐτοῦ· σοὶ μὲν γὰρ ἀνάστασις εἰς ζωὴν οὐκ ἔσται.Verse 15Ἐχομένως δὲ τὸν πέμπτον προσάγοντες ᾐκίζοντο.Verse 16Ὁ δὲ πρὸς αὐτὸν ἰδὼν, εἶπεν, ἐξουσίαν ἐν ἀνθρώποις ἔχων φθαρτὸς ὤν, ὅ θελεις ποιεῖς· μὴ δόκει δὲ τὸ γένος ἡμῶν ὑπὸ τοῦ Θεοῦ καταλελεῖφθαι.Verse 17Σὺ δὲ καρτέρει, καὶ θεώρει τὸ μεγαλεῖον αὐτοῦ κράτος, ὡς σὲ καὶ τὸ σπέρμα σου βασανίσει.Verse 18Μετὰ δὲ τοῦτον ἦγον τὸν ἕκτον, καὶ μέλλων ἀποθνήσκειν, ἔφη, μὴ πλανῶ μάτην, ἡμεῖς γὰρ διʼ ἑαυτοὺς ταῦτα πάσχομεν ἁμαρτάνοντες εἰς τὸν ἑαυτῶν Θεὸν, διὸ ἄξια θαυμασμοῦ γέγονε.Verse 19Σὺ δὲ μὴ νομίσῃς ἀθῶος ἔσεσθαι, θεομαχεῖν ἐπιχειρήσας.Verse 20Ὑπεραγόντως δὲ ἡ μήτηρ θαυμαστὴ καὶ μνήμης ἀγαθῆς ἀξία, ἥτις ἀπολλυμένους υἱοὺς ἑπτὰ συνορῶσα μιᾶς ὑπὸ καιρὸν ἡμέρας, εὐψύχως ἔφερε διὰ τὰς ἐπὶ Κύριον ἐλπίδας.Verse 21Ἕκαστον δὲ αὐτῶν παρεκάλει τῇ πατρίῳ φωνῇ, γενναίῳ πεπληρωμένη φρονήματι, καὶ τὸν θῆλυν λογισμὸν ἄρσενι θυμῷ διεγείρασα, λέγουσα πρὸς αὐτοὺς,Verse 22οὐδʼ οἶδʼ ὅπως εἰς τὴν ἐμὴν ἐφάνητε κοιλίαν, οὐδὲ ἐγὼ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν ἐχαρισάμην, καὶ τὴν ἑκάστου στοιχείωσιν οὐκ ἐγὼ διερύθμισα.Verse 23Τοιγαροῦν ὁ τοῦ κόσμου κτίστης ὁ πλάσας ἀνθρώπου γένεσιν, καὶ πάντων ἐξευρὼν γένεσιν, καὶ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν πάλιν ἀποδώσει μετʼ ἐλέους, ὡς νῦν ὑπερορᾶτε ἑαυτοὺς διὰ τοὺς αὐτοῦνόμους.Verse 24Ὁ δὲ Ἀντίοχος οἰόμενος καταφρονεῖσθαι, καὶ τὴν ὀνειδίζουσαν ὑφορώμενος φωνὴν, ἔτι τοῦ νεωτέρου περιόντος, οὐ μόνον διὰ λόγων ἐποιεῖτο τὴν παράκλησιν, ἀλλὰ καὶ διʼ ὅρκων ἐπίστου, ἅμα πλουτιεῖν καὶ μακαριστὸν ποιήσειν μεταθέμενον ἀπὸ τῶν πατρίων νόμων, καὶ φίλον ἕξειν, καὶ χρείας ἐμπιστεύσειν.Verse 25Τοῦ δὲ νεανίου μηδαμῶς προσέχοντος, προσκαλεσάμενος ὁ βασιλεὺς τὴν μητέρα, παρήνει τοῦ μειρακίου γενέσθαι σύμβουλον ἐπὶ σωτηρία.Verse 26Πολλὰ δὲ αὐτοῦ παραινέσαντος, ἐπεδέξατο πείσειν τὸν υἱόν.Verse 27Προσκύψασα δὲ αὐτῷ, χλευάσασα τὸν ὠμὸν τύραννον, οὕτως ἔφησε τῇ πατρῴᾳ φωνῇ, υἱὲ, ἐλέησόν με τὴν ἐν γαστρὶ περιενέγκασάν σε μῆνας ἐννέα, καὶ θηλάσασάν σε ἔτη τρία, καὶ ἐκθρέψασάν σε καὶ ἀγαγοῦσαν εἰς τὴν ἡλικίαν ταύτην, καὶ τροφοφορήσασαν.Verse 28Ἀξιῶ σε, τέκνον, ἀναβλέψαντα εἰς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὰ ἐν αὐτοῖς πάντα ἰδόντα, γνῶναι ὅτι ἐξ οὐκ ὄντων ἐποίησεν αὐτὰ ὁ Θεὸς, καὶ τὸ τῶν ἀνθρώπων γένος οὕτως γεγένηται,Verse 29μὴ φοβηθῇς τὸν δήμιον τοῦτον, ἀλλὰ τῶν ἀδελφῶν ἄξιος γενόμενος, ἐπίδεξαι τὸν θάνατον, ἵνα ἐν τῷ ἐλέει σὺν τοῖς ἀδελφοῖς σου κομίσωμαί σε.Verse 30Ἔτι δὲ ταύτης καταλεγούσης ὁ νεανίας εἶπε, τίνα μένετε; οὐχ ὑπακούω τοῦ προστάγματος τοῦ βασιλέως· τοῦ δὲ προστάγματος ἀκούω τοῦ νόμου τοῦ δοθέντος τοῖς πατράσιν ἡμῶν διὰ Μωυσέως.Verse 31Σὺ δὲ πάσης κακίας εὑρετὴς γενόμενος εἰς τοὺς Ἑβραίους, οὐ μὴ διαφύγῃς τὰς χεῖρας τοῦ Θεοῦ.Verse 32Ἡμεῖς γὰρ διὰ τὰς ἑαυτῶν ἁμαρτίας πάσχομεν.Verse 33Εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδείας ὁ ζῶν Κύριος ἡμῶν βραχέως ἐπώργισται, καὶ πάλιν καταλλαγήσεται τοῖς ἑαυτοῦ δούλοις.Verse 34Σὺ δὲ ὦ ἀνόσιε, καὶ πάντων ἀνθρώπων μιαρώτατε, μὴ μάτην μετεωρίζου φρυαττόμενος ἀδήλοις ἐλπίσιν, ἐπὶ τοὺς δούλους αὐτοῦ ἐπαιρόμενος χεῖρα.Verse 35Οὔπω γὰρ τὴν τοῦ παντοκράτορος ἐπόπτου Θεοῦ κρίσιν ἐκπέφευγας.Verse 36Οἱ μὲν γὰρ νῦν ἡμέτεροι ἀδελφοὶ βραχὺν ὑπενέγκαντες πόνον, ἀεννάου ζωῆς ὑπὸ διαθήκην Θεοῦ πεπτώκασι· σὺ δὲ τῇ τοῦ Θεοῦ κρίσει δίκαια τὰ πρόστιμα τῆς ὑπετηφανίας ἀποίσῃ.Verse 37Ἐγὼ δὲ καθάπερ οἱ ἀδελφοί μου, καὶ σῶμα καὶ ψυχὴν προδίδωμι περὶ τῶν πατρίων νόμων, ἐπικαλούμενος τὸν Θεὸν ἵλεων ταχὺ τῷ ἔθνει γενέσθαι, καὶ σὲ μετὰ ἐτασμῶν καὶ μαστίγων ἐξομολογήσασθαι, διότι μόνος αὐτὸς Θεός ἐστιν,Verse 38ἐν ἐμοὶ δὲ καὶ τοῖς ἀδελφοῖς μου στῆναι τὴν τοῦ παντοκράτορος ὀργὴν τὴν ἐπὶ τὸ σύμπαν ἡμῶν γένος δικαίως ἐπηγμένην.Verse 39Ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς, τούτῳ παρὰ τοὺς ἄλλους χειρίστως ἀπήντησε, πικρῶς φέρων ἐπὶ τῷ μυκτηρισμῷ.Verse 40Καὶ οὗτος οὖν καθαρὸς τὸν βίον μετήλλαξε, παντελῶς ἐπὶ τῷ Κυρίῳ πεποιθώς.Verse 41Ἐσχάτη δὲ τῶν υἱῶν ἡ μήτηρ ἐτελεύτησε.Verse 42Τὰ μὲν οὖν περὶ σπλαγχνισμοὺς, καὶ τὰς ὑπερβαλλούσας αἰκίας ἐπὶ τοσοῦτον δεδηλώσθω.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?