2 Maccabees 3 — BRE

3Verse 1Τῆς ἁγίας τοίνυν πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης, καὶ τῶν νόμων ἕτι κάλλιστα συντηρουμένων διὰ τὴν Ὀνίου τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν,Verse 2συνέβαινε καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾷν τὸν τόπον, καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν,Verse 3ὥστε καὶ Σέλευκον τὸν τῆς Ἀσίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν θυσιῶν ἐπιβάλλοντα δαπανήματα.Verse 4Σίμων δέ τις ἐκ τῆς Βενιαμὶν φυλῆς προστάτης τοῦ ἱεροῦ καθεσταμένος, διηνέχθη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν παρανομίας·Verse 5καὶ νικῆσαι τὸν Ὀνίαν μὴ δυνάμενος, ἦλθε πρὸς Ἀπολλώνιον Θρασαίου, τὸν κατʼ ἐκεῖνον τὸν καιρὸν κοιλῆς Συρίας καὶ Φοινίκης στρατηγόν.Verse 6Καὶ προσήγγειλε περὶ τοῦ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν Ἱεροσολύμοις γαζοφυλάκιον, ὥστε τὸ πλῆθος τῶν διαφόρων ἐναρίθμητον εἶναι, καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τῶν θυσιῶν λόγον, εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ἅπαντα ταῦτα.Verse 7Συμμίξας δὲ ὁ Ἀπολλώνιος τῷ βασιλεῖ, περὶ τῶν μηνυθέντων αὐτῷ χρημάτων ἐνεφάνισεν· ὁ δὲ προχειρισάμενος Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων, ἀπέστειλε δοὺς ἐντολὰς, τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι.Verse 8Εὐθέως δὲ ὁ Ἡλιόδωρος ἐποιεῖτο τὴν παρείαν, τῇ μὲν ἐμφάσει ὡς τὰς κατὰ κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδεύσων, τῷ πράγματι δὲ τὴν τοῦ βασιλέως πρόθεσιν ἐπιτελέσων.Verse 9Παραγενηθεὶς δὲ εἰς Ἱεροσόλυμα, καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθείς, ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ, καὶ τίνος ἕνεκεν πάρεστι διεσάφήσεν· ἐπυνθάνετο δὲ εἰ ταῖς ἀληθείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει.Verse 10Τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παραθήκας εἶναι χηρῶν τε καὶ ὀρφανῶν,Verse 11τινὰ δὲ καὶ Ὑρκανοῦ τοῦ Τωβίου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου, οὐχ ὥσπερ ἦν διαβάλλων ὁ δυσσεβὴς Σίμων, τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια·Verse 12ἀδικηθῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ, καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ, παντελῶς ἀμήχανον εἶναι.Verse 13Ὁ δὲ Ἡλιόδωρος διʼ ἃς εἶχε βασιλικὰς ἐντολὰς, πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναληπτέα ταῦτα εἶναι.Verse 14Ταξάμενος δὲ ἡμέραν εἰσῄει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων· ἦν δὲ οὐ μικρὰ καθʼ ὅλην τὴν πόλιν ἀγωνία.Verse 15Οἱ δὲ ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ῥίψαντες ἑαυτοὺς, ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παραθήκης νομοθετήσαντα τοῖς παρακαταθεμένοις ταῦτα σῶα διαφυλάξαι.Verse 16Ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως ἰδέαν, τιτρώσκεσθαι τὴν διάνοιαν· ἡ γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέφαινε τὴν κατὰ ψυχὴν ἀγωνίαν.Verse 17Περιεκέχυτο γὰρ περὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος, διʼ ὧν πρόδηλον ἐγένετο τοῖς θεωροῦσι τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος.Verse 18Οἱ δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν, διὰ τὸ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον.Verse 19Ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυον· αἱ δὲ κατάκλειστοι τῶν παρθένων, αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλῶνας, αἱ δὲ ἐπὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν θυρίδων διεξέκυπτον.Verse 20Πᾶσαι δὲ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανον, ἐποιοῦντο τὴν λιτανείαν·Verse 21Ἐλεεῖν δʼ ἦν τὴν τοῦ πλήθους παμμιγῆ πρόπτωσιν, τήν τε τοῦ μεγάλως διαγωνιῶντος ἀρχιερέως προσδοκίαν.Verse 22Οἱ μὲν οὖν ἐπεκαλοῦντο τὸν παντοκράτορα Θεὸν τὰ πεπιστευμένα τοῖς πεπιστευκόσι σῶα διαφυλάγγειν μετὰ πάσης ἀσφαλείας.Verse 23Ὁ δὲ Ἡλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει.Verse 24Αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος, ὁ τῶν πατέρων Κύριος καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν, ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθεῖν, καταπλαγέντας τὴν τοῦ Θεοῦ δύναμιν, εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι.Verse 25Ὤφθη γάρ τις ἵππος αὐτοῖς φοβερὸν ἔχων τὸν ἐπιβάτην, καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος, φερόμενος δὲ ῥύδην ἐνέσεισε τῷ Ἡλιοδώρῳ τὰς ἐμπροσθίους ὁπλάς· ὁ δὲ ἐπικαθήμενος ἐφαίνετο χρυσῆν πανοπλίαν ἔχων.Verse 26Ἕτεροι δὲ δύο προεφάνησαν αὐτῷ νεανίαι, τῇ ῥώμῃ μὲν ἐκπρεπεῖς, κάλλιστοι δὲ τῇ δόξῃ, διαπρεπεῖς δὲ τὴν περιβολήν· οἳ καὶ παρασταντες ἐξ ἑκατέρου μέρους, ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως, πολλὰς ἐπιῤῥιπτοῦντες αὐτῷ πληγάς.Verse 27Ἄφνω δὲ πεσόντα πρὸς τὴν γῆν, καὶ πολλῷ σκότει περιχυθέντα, συναρπάσαντες, καὶ εἰς φορεῖον ἐνθέντες,Verse 28τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον, ἔφερον ἀβοήθητον ἑαυτῷ καθεστῶτα, φανερῶς τὴν τοῦ Θεοῦ δυναστείαν ἐπεγνωκότες.Verse 29Καὶ ὁ μὲν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔῤῥιπτο.Verse 30Οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον· καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερὸν, τοῦ παντοκράτορος ἐπιφανέντος Κυρίου, χαρᾶς καὶ εὐφροσύνης ἐπεπλήρωτο.Verse 31Ταχὺ δέ τινες τῶν τοῦ Ἡλιοδώρου συνήθων ἠξίουν τὸν Ὀνίαν ἐπικαλέσασθαι τὸν ὕψιστον, καὶ τὸ ζῇν χαρίσασθι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ.Verse 32Ὕποπτος δὲ γενόμενος ὁ ἀρχιερεῦς, μήποτε διάληψιν ὁ βασιλεὺς σχῇ, κακουργίαν τινὰ περὶ τὸν Ἡλιόδωρον ὑπὸ τῶν Ἰουδαίων συντετελέσθαι, προσήγαγε θυσίαν ὑπὲρ τῆς τοῦ ἀνδρὸς σωτηρίας.Verse 33Ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν, οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι, καὶ στάντες εἶπον, πολλὰς τῷ Ὀνία τῷ ἀρχιερεῖ χάριτας ἔχε, διὰ γὰρ αὐτὸν σοι κεχάρισται τὸ ζῇν ὁ Κύριος.Verse 34Σὺ δὲ ὑπʼ αὐτοῦ μεμαστιγωμένος διάγγελε πᾶσι τὸ μεγαλεῖον τοῦ Θεοῦ κράτος· ταῦτα δὲ εἰπόντες ἀφανεῖς ἐγένοντο.Verse 35Ὁ δὲ Ἡλιόδωρος θυσίαν ἀνενέγκας τῷ Κυρίῳ, καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῇν περιποιήσαντι, καὶ τὸν Ὀνίαν ἀποδεξάμενος, ἀνεστρατοπέδευσε πρὸς τὸν βασιλέα.Verse 36Ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπʼ ὄψιν τεθεαμένος ἔργα τοῦ μεγίστου Θεοῦ.Verse 37Τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν Ἡλιόδωρον, ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθῆναι εἰς Ἱεροσόλυμα, ἔφησεν,Verse 38εἴ τινα ἔχεις πολέμιον ἢ πραγμάτων ἐπίβουλον, πέμψον αὐτὸν ἐκεῖ, καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ, ἐάνπερ καὶ διασωθείη, διὰ τὸ περὶ τὸν τόπον ἀληθῶς εἶναί τινα Θεοῦ δύναμιν.Verse 39Αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων, ἐπόπτης ἐστὶ καὶ βοηθὸς ἐκείνου τοῦ τόπου, καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει, τύπτων ἀπόλλυσι.Verse 40Καὶ τὰ μὲν κατὰ Ἡλιόδωρον, καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?