2 Maccabees 11 — BRE
11Verse 1Μετʼ ὀλίγον δὲ παντελῶς χρόνον Λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς, καὶ ἐπὶ τῶν πραγμάτων, λίαν βαρέως φέρων ἐπὶ τοῖς γεγονόσι,Verse 2συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον πᾶσαν, παρεγένετο ἐπὶ τοὺς Ἰουδαίους, λογιζόμενος τὴν μὲν πόλιν Ἕλλησιν οἰκητήριον ποιήσειν,Verse 3τὸ δὲ ἱερὸν ἀργυρολόγητον καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη, πρατὴν δὲ τὴν ἀρχιερωσύνην κατʼ ἔτος ποιήσειν,Verse 4οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ Θεοῦ κράτος, πεφρενωμένος δὲ ταῖς μυριάσι τῶν πεζῶν καὶ ταῖς χιλιάσι τῶν ἱππέων καὶ τοῖς ἐλέφασι τοῖς ὀγδοήκοντα.Verse 5Εἰσελθὼν δὲ εἰς τὴν Ἰουδαίαν, καὶ συνεγγίσας τῷ Βαιθσούρᾳ, ὄντι μὲν ἐρυμνῷ χωρίῳ, ἀπὸ δὲ Ἱεροσολύμων ἀπέχοντι ὡσεὶ σταδίους πέντε, τοῦτο ἔθλιβεν.Verse 6Ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα, μετʼ ὀδύρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν Κύριον, ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ Ἰσραήλ.Verse 7Αὐτὸς δὲ πρῶτος ὁ Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους, ἅμα αὐτῷ διακινδυνεύοντας, ἐπιβοηθεῖν τοῖς ἀδελφοῖς αὐτῶν· ὁμοῦ δὲ καὶ προθύμως ἐξώρμησαν.Verse 8Αὐτόθι δὲ καὶ πρὸς τοῖς Ἱεροσολύμοις ὄντων, ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι, πανοπλίαν χρυσῆν κραδαίνων.Verse 9Ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα Θεὸν, καὶ ἐπεῤῥώσθησαν ταῖς ψυχαῖς, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ θῆρας τοὺς ἀγριωτάτους, καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι.Verse 10Προσῆγον ἐν διασκευῇ τὸν ἀπʼ οὐρανοῦ σύμμαχον ἔχοντες, ἐλεήσαντος αὐτοὺς τοῦ Κυρίου.Verse 11Λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους, κατέστρωσαν αὐτῶν χιλίους πρὸς τοῖς μυρίοις, ἱππεῖς δὲ ἑξακοσίους πρὸς τοῖς χιλίοις· τοὺς δὲ πάντας ἠνάγκασαν φυγεῖν.Verse 12Οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώθησαν· καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρῶς φεύγων διεσώθη.Verse 13Οὐκ ἄνους δὲ ὑπάρχων, πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ ἐαυτὸν ἐλάσσωμα, καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς Ἑβραίους, τοῦ πάντα δυναμένου Θεοῦ συμμαχοῦντος αὐτοῖς,Verse 14προσαποστείλας ἔπεισε συλλύσεσθαι ἐπὶ πᾶσι τοῖς δικαίοις· καὶ διότι καὶ τὸν βασιλέα πείσειν φίλον αὐτοῖς ἀναγκάζειν γενέσθαι.Verse 15Ἐπένευσε δὲ ὁ Μακκαβαῖος ἐπὶ πᾶσιν οἷς ὁ Λυσίας παρεκάλει τοῦ συμφέροντος φροντίζων· ὅσα γὰρ ὁ Μακκαβαῖος ἐπέδωκε τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν Ἰουδαίων, συνεχώρησεν ὁ βασιλεύς.Verse 16Ἦσαν γὰρ αἱ γεγραμμέναι τοῖς Ἰουδαίοις ἐπιοτολαὶ παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον τοῦτον· Λυσίας τῷ πλήθει τῶν Ἰουδαίων χαίρειν.Verse 17Ἰωάννης καὶ Ἀβεσσαλὼμ οἱ πεμφθέντες παρʼ ὑμῶν, ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμὸν, ἠξίουν περὶ τῶν διʼ αὐτοῦ σημαινομένων.Verse 18Ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ προσενεχθῆναι διεσάφησα, ἃ δὲ ἦν ἐνδεχόμενα, συνεχώρησεν.Verse 19Ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν, καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ὑμῖν ἀγαθῶν γενέσθαι.Verse 20Ὑπὲρ δὲ τῶν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρʼ ἐμοῦ διαλεχθῆναι ὑμῖν.Verse 21Ἔῤῥωσθε· ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Διοσκορινθίου εἰκοστῇ τετάρτῃ.Verse 22Ἡ δὲ τοῦ βασιλέως ἐπιστολὴ περιεῖχεν οὕτως· βασιλεὺς Ἀντίοχος τῷ ἀδελφῷ Λυσίᾳ χαίρειν.Verse 23Τοῦ πατρὸς ἡμῶν εἰς θεοὺς μεταστάντος, βουλόμενοι τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν,Verse 24ἀκηκοότες τοὺς Ἰουδαίους μὴ συνευδοκοῦντας τῇ τοῦ πατρὸς ἐπὶ τὰ Ἑλληνικὰ μεταθέσει, ἀλλὰ τὴν ἑαυτῶν ἀγωγὴν αἱρετίζοντας, καὶ διὰ τοῦτο ἀξιοῦντας συγχωρηθῆναι αὐτοῖς τὰ νόμιμα αὐτῶν·Verse 25Αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔθνος ἐκτὸς ταραχῆς εἶναι, κρίνομεν τό, τε ἱερὸν αὐτοῖς ἀποκατασταθῆναι, καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔθη.Verse 26Εὖ οὖν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιὰς, ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν, εὔθυμοί τε ὦσι, καὶ ἡδέως διαγίνωνται πρὸς τὴν τῶν ἰδίων ἀντίληψιν.Verse 27Πρὸς δὲ τὸ ἔθνος ἡ τοῦ βασιλέως ἐπιστολὴ τοιαύτη ἦν· βασιλεὺς Ἀντίοχος τῇ γερουσίᾳ τῶν Ἰουδαίων καὶ τοῖς ἄλλοις Ἰουδαίοις χαίρειν.Verse 28Εἰ ἔῤῥωσθε, εἴη ἂν ὡς βουλόμεθα· καὶ αὐτοὶ δὲ ὑγιαίνομεν.Verse 29Ἐνεφάνισεν ἡμῖν ὁ Μενέλαος βούλεσθαι κατελθόντας ὑμᾶς γίνεσθαι πρὸς τοῖς ἰδίοις.Verse 30Τοῖς οὖν καταπορευομένοις μέχρι τριακάδος Ξανθικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς ἀδείας,Verse 31χρῆσθαι τοὺς Ἰουδαίους τοῖς ἑαυτῶν δαπανήμασι καὶ νόμοις καθὰ καὶ τὸ πρότερον, καὶ οὐδεὶς αὐτῶν κατʼ οὐδένα τρόπον παρενοχληθήσεται περὶ τῶν ἠγνοημένων.Verse 32Πέπομφα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμᾶς.Verse 33Ἔῤῥωσθε· ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ.Verse 34Ἔπεμψαν δὲ καὶ οἱ Ῥωμαιοῖ πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως· Κόϊντος Μέμμιος, Τίτος Μάνλιος, πρεσβύται Ῥωμαίων, τῷ δήμῳ τῶν Ἰουδαίων χαίρειν.Verse 35Ὑπὲρ ὧν Λυσίας ὁ συγγενὴς τοῦ βασιλέως συνεχώρησεν ὑμῖν, καὶ ἡμεῖς συνευδοκοῦμεν.Verse 36Ἃ δὲ ἔκρινε προσανενεχθῆναι τῷ βασιλεῖ, πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων, ἵνα ἐκθῶμεν ὡς καθήκει ὑμῖν· ἡμεῖς γὰρ προσάγομεν πρὸς Ἀντιόχειαν.Verse 37Διὸ σπεύσατε, καὶ πέμψατέ τινας, ὅπως καὶ ἡμεῖς ἐπιγνῶμεν ὁποίας ἐστὲ γνώμης.Verse 38Ὑγιαίνετε· ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ.