2 Kings 2 — BRE
2Verse 1Καὶ ἐγένετο ἐν τῷ ἀνάγειν Κύριον ἐν συσσεισμῷ τὸν Ἠλιοὺ ὡς εἰς τὸν οὐρανὸν, καὶ ἐπορεύθη Ἠλιοὺ καὶ Ἑλισαιὲ ἐκ Γαλγάλων.Verse 2Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιὲ, κάθου δὴ ἐνταῦθα, ὅτι ὁ Θεὸς ἀπέσταλκέ με ἕως Βαιθήλ· καὶ εἶπεν Ἑλισαιὲ, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Βαιθήλ.Verse 3Καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς Ἑλισαιὲ, καὶ εἶπον πρὸς αὐτὸν, εἰ ἔγνως, ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε, κἀγὼ ἔγνωκα, σιωπᾶτε.Verse 4Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιὲ, κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με εἰς Ἱεριχώ· καὶ εἶπε, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Ἱεριχώ.Verse 5Καὶ ἤγγισαν οἱ υἱοῖ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ πρὸς Ἑλισαιὲ, καὶ εἶπον πρὸς αὐτὸν, εἰ ἔγνως, ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύρίον σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε, καί γε ἐγὼ ἔγνων, σιωπᾶτε.Verse 6Καὶ εἶπεν αὐτῷ Ἠλιοὺ, κάθου δὴ ὧδε, ὅτι Κύριος ἀπέσταλκέ με ἕως εἰς τὸν Ἰορδάνην· καὶ εἶπεν Ἑλισαιὲ, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι,Verse 7καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν, καὶ ἔστησαν ἐξεναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου.Verse 8Καὶ ἔλαβεν Ἠλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἴλησε καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα· καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ.Verse 9Καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς, καὶ Ἠλιοὺ εἶπε πρὸς Ἑλισαιὲ, αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ· καὶ εἶπεν Ἑλισαιὲ, γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπʼ ἐμέ.Verse 10Καὶ εἶπεν Ἠλιοὺ, ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μὴ, οὐ μὴ γένηται.Verse 11Καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν· καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς, καὶ διέστειλεν ἀναμέσον ἀμφοτέρων· καὶ ἀνελήμφθη Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν.Verse 12Καὶ Ἑλισαιὲ ἑώρα, καὶ ἐβόα, πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι· καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ, καὶ διέῤῥηξεν αὐτὰ εἰς δύο ῥήγματα.Verse 13Καὶ ὕψωσε τὴν μηλωτὴν Ἠλιοὺ, ἣ ἔπεσεν ἐπάνωθεν Ἑλισαιέ· καὶ ἐπέστρεψεν Ἑλισαιὲ, καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου,Verse 14καὶ ἔλαβε τὴν μηλωτὴν Ἠλιοὺ, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ εἶπε, ποῦ ὁ Θεὸς Ἠλιοὺ ἀφφώ; καὶ ἐπάταξε τὰ ὕδατα, καὶ διεῤῥάγησαν ἔνθα καὶ ἔνθα· καὶ διέβη Ἑλισαιέ.Verse 15Καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ ἐξεναντίας, καὶ εἶπον, ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοὺ ἐπὶ Ἑλισαιέ· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν,Verse 16καὶ εἶπον πρὸς αὐτὸν, ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μή ποτε ᾖρεν αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔῤῥιψεν αὐτὸν ἐν τῷ Ἰορδάνῃ ἢ ἐφʼ ἓν τῶν ὀρέων ἢ ἐφʼ ἕνα τῶν βουνῶν· καὶ εἶπεν Ἑλισαιὲ, οὐκ ἀποστελεῖτε.Verse 17Καὶ παρεβιάσαντο αὐτὸν, ἕως οὗ ᾐσχύνετο· καὶ εἶπεν, ἀποστείλατε· καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας, καὶ οὐχ εὗρον αὐτόν.Verse 18Καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν Ἱεριχώ· καὶ εἶπεν Ἑλισαῖε, οὐκ εἶπον πρὸς ὑμᾶς, μὴ πορευθῆτε;Verse 19Καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἑλισαιὲ, ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθὴ, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ, καὶ ἡ γῆ ἀτεκνουμένη.Verse 20Καὶ εἶπεν Ἑλισαιὲ λάβετέ μοι ὑδρίσκην καινὴν, καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον, καὶ ἤνεγκαν πρὸς αὐτόν.Verse 21Καὶ ἐξῆλθεν Ἐλισαιὲ εἰς τὴν διέξοδον τῶν ὑδάτων, καὶ ἔῤῥιψεν ἐκεῖ ἅλα, καὶ εἶπε, τάδε λέγει Κύριος, ἴαμαι τὰ ὕδατα ταῦτα, οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη.Verse 22Καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης, κατὰ τὸ ῥῆμα Ἑλισαιὲ ὃ ἐλάλησε.Verse 23Καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθήλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ, καὶ εἶπον αὐτῷ, ἀνάβαινε φαλακρὲ, ἀνάβαινε.Verse 24Καὶ ἐξένευσεν ὀπίσω αὐτῶν, καὶ εἶδεν αὐτὰ, καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι Κυρίου· καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ, καὶ ἀνέῤῥηξαν ἀπʼ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας.Verse 25Καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον, κᾀκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.