Tools
Commentary

2 Kings 16 — BRE

See Hebrew/Greek in BSB →

16Verse 1Ἐν ἔτει ἑπτακαιδεκάτῳ Φακεὲ υἱοῦ Ῥομελίου ἐβασίλευσεν Ἄχαζ υἱὸς Ἰωάθαμ βασιλέως Ἰούδα.Verse 2Υἱὸς εἴκοσι ἐτῶν ἦν Ἄχαζ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ οὐκ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου Θεοῦ αὐτοῦ πιστῶς, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.Verse 3Καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ, καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ, κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.Verse 4Καὶ ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς, καὶ ἐπὶ τῶν βουνῶν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.Verse 5Τότε ἀνέβη Ῥαασσὼν βασιλεὺς Συρίας καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ εἰς Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἐπολιόρκουν ἐπὶ Ἄχαζ, καὶ οὐκ ἠδύναντο πολεμεῖν.Verse 6Ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψε Ῥαασσὼν βασιλεὺς Συρίας τὴν Αἰλὰθ τῇ Συρίᾳ, καὶ ἐξέβαλε τοὺς Ἰουδαίους ἐξ Αἰλὰθ, καὶ Ἰδουμαῖοι ἦλθον εἰς Αἰλὰθ, καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.Verse 7Καὶ ἀπέστειλεν Ἄχαζ ἀγγέλους πρὸς Θαλγαθφελλασὰρ βασιλέα Ἀσσυρίων, λέγων, δοῦλός σου καὶ υἱός σου ἐγὼ, ἀνάβηθι, σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας, καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ, τῶν ἐπανισταμένων ἐπʼ ἐμέ.Verse 8Καὶ ἔλαβεν Ἄχαζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλε τῷ βασιλεῖ δῶρα.Verse 9Καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων· καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν, καὶ συνέλαβεν αὐτὴν, καὶ ἀπῴκισεν αὐτὴν, καὶ τὸν Ῥαασσὼν βασιλέα ἐθανάτωσε.Verse 10Καὶ ἐπορεύθη βασιλεὺς Ἄχαζ εἰς Δαμασκὸν εἰς ἀπαντὴν Θαλγαθφελλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν· καὶ εἶδε τὸ θυσιαστήριον ἐν Δαμασκῷ· καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ πρὸς Οὐρίαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ καὶ πᾶσαν ποίησιν αὐτοῦ.Verse 11Καὶ ᾠκοδόμησεν Οὐρίας ὁ ἱερεὺς τὸ θυσιαστήριον, κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ ἐκ Δαμασκοῦ.Verse 12Καὶ εἶδεν ὁ βασιλεὺς τὸ θυσιαστήριον, καὶ ἀνέβη ἐπʼ αὐτὸ,Verse 13καὶ ἐθυμίασε τὴν ὁλοκαύτωσιν αὐτοῦ, καὶ τὴν θυσίαν αὐτοῦ, καὶ τὴν σπονδὴν αὐτοῦ, καὶ προσέχεε τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦνVerse 14τὸ ἀπέναντι Κυρίου· καὶ προσήγαγε τὸ πρόσωπον τοῦ οἴκου Κυρίου, ἀπὸ τοῦ ἀναμέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀναμέσον τοῦ οἴκου Κυρίου· καὶ ἔδειξεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βοῤῥᾶν.Verse 15Καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἄχαζ τῷ Οὐρίᾳ τῷ ἱερεῖ, λέγων, ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωϊνὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινήν, καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ, καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν, καὶ πᾶν αἷμα ὁλοκαυτώσεως, καὶ πᾶν αἷμα θυσίας ἐπʼ αὐτῶ ἐκχεεῖς· καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τοπρωΐ.Verse 16Καὶ ἐποίησεν Οὐρίας ὁ ἱερεὺς κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς Ἄχαζ.Verse 17Καὶ συνέκοψεν ὁ βασιλεὺς Ἄχαζ τὰ συνκλείσματα τῶν μεχωνὼθ, καὶ μετῇρεν ἀπʼ αὐτῶν τὸν λουτῆρα, καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς, καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην.Verse 18Καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ Κυρίου, καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκῳ Κυρίου ἀπὸ προσώπου βασιλέως Ἀσσυρίων.Verse 19Καὶ τὰ λοιπὰ τῶν λόγων Ἄχαζ ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;Verse 20Καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?