Tools
Commentary

2 Chronicles 16 — BRE

See Hebrew/Greek in BSB →

16Verse 1Καὶ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας Ἀσὰ, ἀνέβη βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησε τὴν Ῥαμὰ τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα.Verse 2Καὶ ἔλαβεν Ἀσὰ ἀργύριον καὶ χρυσίον ἐκ θησαυρῶν οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλε πρὸς τὸν υἱὸν τοῦ Ἄδερ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ, λέγων,Verse 3διάθου διαθήκην ἀναμέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀναμέσον τοῦ πατρός μου καὶ ἀναμέσον τοῦ πατρός σου· ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον· δεῦρο καὶ διασκέδασον ἀπʼ ἐμοῦ τὸν Βαασὰ βασιλέα Ἰσραὴλ, καὶ ἀπελθέτω ἀπʼ ἐμοῦ.Verse 4Καὶ ἤκουσεν υἱὸς Ἄδερ τοῦ βασιλέως Ἀσὰ, καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις Ἰσραὴλ, καὶ ἐπάταξε τὴν Ἀϊὼν, καὶ τὴν Δὰν, καὶ τὴν Ἀβελμαῒν, καὶ πάσας τὰς περιχώρους Νεφθαλί.Verse 5Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασὰ, ἀπέλιπε τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ῥαμὰ, καὶ κατέπαυσε τὸ ἔργον αὐτοῦ.Verse 6Καὶ Ἀσὰ βασιλεὺς ἔλαβε πάντα τὸν Ἰούδαν, καὶ ἔλαβε τοὺς λίθους τῆς Ῥαμὰ καὶ τὰ ξύλα αὐτῆς, ἃ ᾠκοδόμησε Βαασὰ, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γαβαὲ καὶ τὴν Μασφά.Verse 7Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν Ἀνανὶ ὁ προφήτης πρὸς Ἀσὰ βασιλέα Ἰούδα, καὶ εἶπεν αὐτῷ, ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας, καὶ μὴ πεποιθέναι σε ἐπὶ Κύριον Θεόν σου, διὰ τοῦτο ἐσώθη ἡ δύναμις Συρίας ἀπὸ τῆς χειρός σου.Verse 8Οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν, εἰς θάρσος, εἰς ἱππεῖς, εἰς πλῆθος σφόδρα; καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ Κύριον παρέδωκεν εἰς τὰς χεῖράς σου;Verse 9Ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ, κατισχύσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν· ἠγνόηκας ἐπὶ τούτῳ, ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμος.Verse 10Καὶ ἐθυμώθη Ἀσὰ τῷ προφήτῃ, καὶ παρέθετο αὐτὸν εἰς φυλακὴν, ὅτι ὠργίσθη ἐπὶ τούτῳ, καὶ ἐλυμῄνατο Ἀσὰ ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ.Verse 11Καὶ ἰδοὺ οἱ λόγοι Ἀσὰ, οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, γεγραμμένοι ἐν βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.Verse 12Καὶ ἐμαλακίσθη Ἀσὰ ἐν τῷ ἔτει τῷ ἐννάτῳ καὶ τριακοστῷ τῆς βασιλείας αὐτοῦ τοὺς πόδας, ἕως σφόδρα ἐμαλακίσθη· καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησε τὸν Κύριον, ἀλλὰ τοὺς ἰατρούς.Verse 13Καὶ ἐκοιμήθη Ἀσὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτελεύτησεν ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ.Verse 14Καὶ ἔθαψαν αὐτὸν ἐν τῷ μνήματι, ᾧ ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυὶδ, καὶ ἐκοίμισαν αὐτὸν ἐπὶ τῆς κλίνης, καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν, καὶ ἐποίησαν αὐτῷ ἐκφορὰν μεγάλην ἕως σφόδρα.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?