Tools
Commentary

1 Samuel 19 — BRE

See Hebrew/Greek in BSB →

19Verse 1Καὶ ἐλάλησε Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ, καὶ πρὸς πὰντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυίδ.Verse 2Καὶ Ἰωνάθαν ὁ υἱὸς Σαοὺλ ἡρεῖτο τὸν Δαυὶδ σφόδρα· καὶ ἀπήγγειλεν Ἰωνάθαν τῷ Δαυὶδ, λέγων, Σαοὺλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωῒ, καὶ κρύβηθι καὶ κάθισον κρυδῇ·Verse 3Καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ οὗ ἐὰν ᾖς ἐκεῖ· καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου, καὶ ὄψομαι ὅ, τι ἐὰν ᾖ, καὶ ἀπαγγελῶ σοι.Verse 4Καὶ ἐλάλησεν Ἰωνάθαν περὶ Δαυὶδ ἀγαθὰ πρὸς Σαοὺλ τὸν πατέρα αὐτοῦ, καὶ εἶπε πρὸς αὐτὸν, μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυὶδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σὲ, καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα·Verse 5Καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τὸν ἀλλόφυλον, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ἰσραὴλ εἶδον, καὶ ἐχάρησαν· καὶ ἱνατί ἁμαρτάνεις εἰς αἷμα ἀθῶον θανατῶσαι τὸν Δαυὶδ δωρεάν;Verse 6Καὶ ἤκουσε Σαοὺλ τῆς φωνῆς Ἰωνάθαν· καὶ ὤμοσε Σαοὺλ, λέγων, ζῇ Κύριος, εἰ ἀποθανεῖται.Verse 7Καὶ ἐκάλεσεν Ἰωνάθαν τὸν Δαυὶδ, καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα· καὶ εἰσήγαγεν Ἰωνάθαν τὸν Δαυὶδ πρὸς Σαοὺλ, καὶ ἦν ἐνώπιον αὐτοῦ, ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν.Verse 8Καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαοὺλ, καὶ κατίσχυσε Δαυὶδ, καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ.Verse 9Καὶ ἐγένετο πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαοὺλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυὶδ ἔψαλλε ταῖς χερσὶν αὐτοῦ.Verse 10Καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυίδ· καὶ ἀπέστη Δαυὶδ ἐκ προσώπου Σαούλ· καὶ ἐπάταξε τὸ δόρυ εἰς τὸν τοῖχον· καὶ Δαυὶδ ἀνεχώρησε καὶ διεσώθη.Verse 11Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἀπέστειλε Σαοὺλ ἀγγελους εἰς οἶκον Δαυὶδ φυλάξαι αὐτὸν, τοῦ θανατῶσαι αὐτὸν πρωΐ· καὶ ἀπήγγειλε τῷ Δαυὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ, λέγουσα, ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ.Verse 12Καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυὶδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε καὶ ἔφυγε καὶ σώζεται.Verse 13Καὶ ἔλαβεν ἡ Μελχὸλ τὰ κενοτάφια, καὶ ἔθετο ἐπὶ τὴν κλίνην, καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ.Verse 14Καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυὶδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν.Verse 15Καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυὶδ, λέγων, ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρὸς μὲ τοῦ θανατῶσαι αὐτόν.Verse 16Καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ.Verse 17Καὶ εἶπε Σαοὺλ τῇ Μελχὸλ, ἱνατί οὕτως παρελογίσω με, καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου, καὶ διεσώθη; καὶ εἶπε Μελχὸλ τῷ Σαοὺλ, αὐτὸς εἶπεν, ἐξαπόστειλόν με, εἰ δὲ μὴ, θανατώσω σε.Verse 18Καὶ Δαυὶδ ἔφυγε καὶ διεσώθη, καὶ παραγίνεται πρὸς Σαμουὴλ εἰς Ἀρμαθαὶμ, καὶ ἀπαγγέλλει αὐτῷ πάντα ὅσα ἐποίησεν αὐτῷ Σαούλ· καὶ ἐπορεύθη Σαμουὴλ καὶ Δαυὶδ, καὶ ἐκάθισαν ἐν Ναυὰθ ἐν Ῥαμᾶ.Verse 19Καὶ ἀπηγγέλη τῷ Σαοὺλ, λέγοντες, ἰδοὺ Δαυὶδ ἐν Ναυὰθ ἐν Ῥαμᾴ.Verse 20Καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυὶδ, καὶ εἶδον τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπʼ αὐτῶν· καὶ ἐγενήθη ἐπὶ τούς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα Θεοῦ, καὶ προφητεύουσι.Verse 21Καὶ ἀπηγγέλη τῷ Σαοὺλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί· καὶ προσέθετο Σαοὺλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί.Verse 22Καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ, καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Ἁρμαθαὶμ, καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφί, καὶ ἠρώτησε καὶ εἶπε, ποῦ Σαμουὴλ καὶ Δαυίδ; καὶ εἶπαν, ἰδοὺ ἐν Ναυὰθ ἐν Ῥαμᾷ.Verse 23Καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυὰθ ἐν Ῥαμᾷ· καὶ ἐγενήθη καὶ ἐπʼ αὐτῷ πνεῦμα Θεοῦ, καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυὰθ ἐν Ῥαμᾷ.Verse 24Καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ, καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν· καὶ ἔπεσε γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· διὰ τοῦτο ἔλεγον, εἰ καὶ Σαοὺλ ἐν προφήταις;
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?