Tools
Commentary

1 Samuel 1 — BRE

See Hebrew/Greek in BSB →

1Verse 1ἌΝΘΡΩΠΟΣ ἦν ἐξ Ἀρμαθαὶμ Σιφὰ, ἐξ ὄρους Ἐφραὶμ, καὶ ὄνομα αὐτῷ Ἑλκανὰ υἱὸς Ἰερεμεὴλ υἱοῦ Ἡλιοὺ υἱοῦ Θοκὲ ἐνVerse 2Νασὶβ Ἐφραίμ. Καὶ τοῦτῳ δύο γυναῖκες· ὄνομα τῇ μιᾷ, Ἄννα· καὶ ὄνομα τῇ δευτέρᾳ, Φεννάνα. Καὶ ἦν τῇ Φεννάνᾳ παιδία· καὶ τῇ Ἄννᾳ οὐκ ἦν παιδίον.Verse 3Καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ Ἀρμαθαὶμ προσκυνεῖν καὶ θύειν Κυρίῳ τῷ Θεῷ σαβαὼθ εἰς Σηλώμ· καὶ ἐκεῖ Ἡλὶ καὶ οἱ δύο υἱοὶ αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ἱερεῖς τοῦ Κυρίου.Verse 4Καὶ ἐγενήθη ἡμέρα, καὶ ἔθυσεν Ἑλκανὰ, καὶ ἔδωκε τῇ Φεννάνᾳ γυναικὶ αὐτοῦ, καὶ τοῖς υἱοῖς αὐτῆς μερίδας.Verse 5Καὶ τῇ Ἄννᾳ ἔδωκε μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον, πλὴν ὅτι τὴν Ἄνναν ἠγάπα Ἑλκανὰ ὑπὲρ ταύτην· καὶ Κύριος ἀπέκλεισε τὰ περὶ τὴν μήτραν αὐτῆς,Verse 6ὅτι οὐκ ἔδωκεν αὐτῇ Κύριος παιδίον κατὰ τὴν θλίψιν αὐτῆς, καὶ κατὰ τὴν ἀθυμίαν τῆς θλίψεως αὐτῆς· καὶ ἠθύμει διὰ τοῦτο, ὅτι συνέκλεισε Κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον.Verse 7Οὕτως ἐποίει ἐνιαυτὸν κατʼ ἐνιαυτὸν, ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον Κυρίου· καὶ ἠθύμει, καὶ ἔκλαιε, καὶ οὐκ ἤσθιε.Verse 8Καὶ εἶπεν αὐτῇ Ἑλκανὰ ὁ ἀνὴρ αὐτῆς, Ἄννα· καὶ εἶπεν αὐτῷ, ἰδοὺ ἐγώ, κύριε· καὶ εἶπεν αὐτῇ, τί ἐστί σοι ὅτι κλαίεις; καὶ ἱνατί οὐκ ἐσθίεις; καὶ ἱνατί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα;Verse 9Καὶ ἀνέστη Ἄννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼμ, καὶ κατέστη ἐνώπιον Κυρίου· καὶ Ἡλὶ ὁ ἱερεὺς, ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου.Verse 10Καὶ αὐτὴ κατώδυνος ψυχῇ, καὶ προσηύξατο πρὸς Κύριον, καί κλαίουσα ἔκλαυσε.Verse 11Καὶ ηὔξατο εὐχὴν Κυρίῳ, λέγουσα, Ἀδωναῒ Κύριε ἐλωὲ σαβαὼθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου, καὶ μνησθῇς μου, καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.Verse 12Καὶ ἐγενήθη ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον Κύριου, καὶ Ἡλὶ ὁ ἱερεὺς ἐφύλαξε τὸ στόμα αὐτῆς.Verse 13Καὶ αὕτη ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴν Ἡλὶ εἰς μεθύουσαν.Verse 14Καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ἡλὶ, ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου, καὶ πορεύου ἐκ προσώπου Κυρίου.Verse 15Καὶ ἀπεκρίθη Ἄννα, καὶ εἶπεν, οὐχὶ κύριε· γυνὴ ἡ σκληρὰ ἡμέρα ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου.Verse 16Μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμὴν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν.Verse 17Καὶ ἀπεκρίθη Ἡλὶ, καὶ εἶπεν αὐτῇ, πορεύου εἰς εἰρήνην· ὁ Θεὸς Ἰσραὴλ δῴη σοι πᾶν αἴτημά σου, ὃ ᾐτήσω παρʼ αὐτοῦ.Verse 18Καὶ εἶπεν, εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου· καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς· καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς, καὶ ἔφαγε μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιε, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι.Verse 19Καὶ ὀρθρίζουσι τοπρωῒ καὶ προσκυνοῦσι τῷ Κυρίῳ, καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν· καὶ εἰσῆλθεν Ἑλκανὰ εἰς τὸν οἴκον αὐτοῦ Ἀρμαθαὶμ, καὶ ἔγνω τὴν Ἄνναν γυναῖκα αὐτοῦ· καὶ ἐμνήσθη αὐτῆς Κύριος, καὶ συνέλαβε.Verse 20Καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν, καὶ ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαμουὴλ, καὶ εἶπεν, ὅτι παρὰ Κυρίου Θεοῦ σαβαὼθ ᾐτησάμην αὐτόν.Verse 21Καὶ ἀνέβη ὁ ἄνθρωπος Ἑλκανὰ καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν Σηλὼμ τὴν θυσίαν τῶν ἡμερῶν, καὶ τὰς εὐχὰς αὐτοῦ, καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ.Verse 22Καὶ Ἄννα οὐκ ἀνέβη μετʼ αὐτοῦ, ὅτι εἶπε τῷ ἀνδρὶ αὐτῆς, ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτὸ, καὶ ὀφθήσεται τῷ προσώπῳ Κυρίου, καὶ καθήσεται ἕως αἰῶνος ἐκεῖ.Verse 23Καὶ εἶπεν αὐτῇ Ἑλκανὰ ὁ ἀνὴρ αὐτῆς, ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι Κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου· καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασε τὸν υἱὸν αὐτῆς, ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν.Verse 24Καὶ ἀνέβη μετʼ αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι, καὶ ἄρτοις, καὶ οἰφὶ σεμιδάλεως, καὶ νέβελ οἴνου· καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου ἐν Σηλὼμ, καὶ τὸ παιδάριον μετʼ αὐτῶν.Verse 25Καὶ προσήγαγον ἐνώπιον Κυρίου· καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν, ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ Κυρίῳ· καὶ προσήγαγε τὸ παιδάριον, καὶ ἔσφαξε τὸν μόσχον· καὶ προσήγαγεν Ἄννα ἡ μήτηρ τοῦ παιδαρίου πρὸς Ἡλὶ,Verse 26καὶ εἶπεν, ἐν ἐμοί κύριε ζῇ ἡ ψυχή σου, ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου μετὰ σοῦ ἐν τῷ προσεύξασθαι πρὸς Κύριον.Verse 27Ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην· καὶ ἐδωκέ μοι Κύριος τὸ αἴτημά μου ὃ ᾐτησάμην παρʼ αὐτοῦ.Verse 28Κᾀγὼ κιχρῶ αὐτὸν τῷ Κυρίῳ πάσας τὰς ἡμέρας ἃς ζῇ αὐτὸς, χρῆσιν τῷ Κυρίῳ, καὶ εἶπεν,
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?