1 Maccabees 9 — BRE

9Verse 1Καὶ ἤκουσε Δημήτριος ὅτι ἔπεσε Νικάνωρ καὶ αἱ δυνάμεις αὐτοῦ ἐν πολέμῳ, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ἰούδα, καὶ τὸ δεξιὸν κέρας μετʼ αὐτῶν.Verse 2Καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γάλγαλα, καὶ παρενέβαλον ἐπὶ Μαισαλὼθ τὴν ἐν Ἀρβήλοις, καὶ προκατελάβοντο αὐτὴν, καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς.Verse 3Καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ἱερουσαλήμ.Verse 4Καὶ ἀπῇραν καὶ ἐπορεύθησαν εἰς Βερέαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ.Verse 5Καὶ Ἰούδας ἦν παρεμβεβληκὼς ἐν Ἐλεασὰ, καὶ τρισχίλιοι ἄνδρες ἐκλεκτοὶ μετʼ αὐτοῦ.Verse 6Καὶ ἴδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσι, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐξεῤῥύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλʼ ἢ ὀκτακόσιοι ἄνδρες.Verse 7Καὶ εἶδεν Ἰούδας ὅτι ἀπεῤῥύη ἡ παρεμβολὴ αὐτοῦ, καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν· καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχε καιρὸν συναγαγεῖν αὐτούς.Verse 8Καὶ ἐξελύθη, καὶ εἶπε τοῖς καταλειφθεῖσιν, ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι αὐτούς.Verse 9Καὶ ἀπέστρεψαν αὐτὸν, λέγοντες, οὐ μὴ δυνώμεθα, ἀλλʼ ἢ σώζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν, καὶ ἐπιστρέψωμεν μετὰ τῶν ἀδελφῶν ἡμῶν, καὶ πολεμήσωμεν πρὸς αὐτοὺς, ἡμεῖς δὲ ὀλίγοι.Verse 10Καὶ εἶπεν Ἰούδας, μή μοι γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, φυγεῖν ἀπʼ αὐτῶν, καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν, καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν.Verse 11Καὶ ἀπῇρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς, καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη, καὶ οἱ σφενδονηταὶ καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί.Verse 12Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι, καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν, καὶ ἐφώνουν ταῖς σάλπιγξι. Καὶ ἐσάλπισαν οἱ παρὰ Ἰούδα καὶ αὐτοὶ ταῖς σάλπιγξι,Verse 13καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν· καὶ ἐγένετο ὁ πόλεμος συνημένος ἀπὸ πρωΐθεν ἕως ἑσπέρας.Verse 14Καὶ· εἶδεν Ἰούδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ.Verse 15Καὶ συνετρίβη τὸ δεξιὸν κέρας ἀπʼ αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Ἀζώτου ὄρους.Verse 16Καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας ἴδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας Ἰούδα καὶ τῶν μετʼ αὐτοῦ ἐκ τῶν ὄπισθεν.Verse 17Καὶ ἐβαρύνθη ὁ πόλεμος, καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων.Verse 18Καὶ Ἰούδας ἔπεσε, καὶ οἱ λοιποὶ ἔφυγον.Verse 19Καὶ ᾖραν Ἰωνάθαν καὶ Σίμων Ἰούδαν τὸν ἀδελφὸν αὐτῶν, καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεεΐμ.Verse 20Καὶ ἔκλαυσαν αὐτὸν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ κοπετὸν μέγαν, καὶ ἐπένθουν ἡμέρας πολλὰς, καὶ εἶπον,Verse 21πῶς ἔπεσε δυνατὸς, σώζων τὸν Ἰσραήλ;Verse 22Καὶ τὰ περισσὰ τῶν λόγων Ἰούδα, καὶ τῶν πολέμων, καὶ τῶν ἀνδραγαθιῶν ὧν ἐποίησε, καὶ τῆς μεγαλωσύνης αὐτῶν, οὐ κατεγράφη, πολλὰ γὰρ ἦν σφόδρα.Verse 23Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰούδα, ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσι τοῖς ὁρίοις Ἰσραὴλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν.Verse 24Ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα, καὶ ηὐτομόλησεν ἡ χώρα μετʼ αὐτῶν.Verse 25Καὶ ἐξέλεξε Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας, καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας.Verse 26Καὶ ἐξεζήτουν καὶ ἐξηρεύνων τοὺς φίλους Ἰούδα, καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην· καὶ ἐξεδίκει ἐν αὐτοῖς, καὶ ἐνέπαιζεν αὐτοῖς.Verse 27Καὶ ἐγένετο θλίψις μεγάλη ἐν τῷ Ἰσραὴλ, ἥτις οὐκ ἐγένετο ἀφʼ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης ἐν αὐτοῖς.Verse 28Καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι Ἱούδα, καὶ εἶπον τῷ Ἰωνάθαν,Verse 29ἀφʼ οὗ ὁ ἀδελφός σου Ἰούδας τετελεύτηκε, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην, καὶ ἐν τοῖς ἐχθραίνουσι τοῦ ἔθνους ἡμῶν.Verse 30Νῦν οὖν σε ᾑρετισάμεθα σήμερον, τοῦ εἶναι ἀντʼ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον, τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν.Verse 31Καὶ ἐπεδέξατο Ἰωνάθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν, καὶ ἀνέστη ἀντὶ Ἰούδα τοῦ ἀδελφοῦ αὐτοῦ.Verse 32Καὶ ἔγνω Βακχίδης, καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι.Verse 33Καὶ ἔγνω Ἰωνάθαν, καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ, καὶ πάντες οἱ μετʼ αὐτοῦ, καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωὲ, καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ἀσφάρ.Verse 34Καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ἰορδάνου.Verse 35Καὶ ἀπέστειλεν Ἰωνάθαν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου, καὶ παρεκάλεσε τοὺς Ναυαταίους φίλους αὐτοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν.Verse 36Καὶ ἐξῆλθον υἱοὶ Ἰαμβρὶ ἐκ Μηδαβὰ, καὶ συνέλαβον Ἰωάννην, καὶ πάντα ὅσα εἶχε, καὶ ἀπῆλθον ἔχοντες.Verse 37Μετὰ δὲ τοὺς λόγους τούτους ἀπήγγειλαν τῷ Ἰωνάθαν καὶ Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ, ὅτι οἱ υἱοὶ Ἰαμβρὶ ποιοῦσι γάμον μέγαν, καὶ ἄγουσι τὴν νύμφην ἀπὸ Ναδαβὰθ, θυγατέρα ἑνὸς τῶν μεγιστάνων μεγάλων τῶν Χαναὰν, μετὰ παραπομπῆς μεγάλης.Verse 38Καὶ ἐμνήσθησαν Ἰωάννου τοῦ ἀδελφοῦ αὐτῶν, καὶ ἀνέβησαν, καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους.Verse 39Καὶ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἴδον, καὶ ἰδοὺ θροῦς, καὶ ἀποσκευὴ πολλὴ, καὶ ὁ νυμφίος ἐξῆλθε καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων, και μουσικῶν, καὶ ὅπλων πολλῶν.Verse 40Καὶ ἐξανέστησαν ἐπʼ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου οἱ περὶ τὸν Ἰωνάθαν, καὶ ἀπέκτειναν αὐτοὺς, καὶ ἔπεσον τραυματίαι πολλοὶ, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος· καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν.Verse 41Καὶ μετεστράφη ὁ γάμος εἰς πένθος, καὶ ἡ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον.Verse 42Καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν, καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ Ἰορδάνου.Verse 43Καὶ ἤκουσε Βακχίδης, καὶ ἦλθε τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ Ἰορδάνου ἐν δυνάμει πολλῇ.Verse 44Καὶ εἶπεν Ἰωνάθαν τοῖς παρʼ αὐτοῦ, ἀναστῶμεν νῦν καὶ πολεμήσωμεν ὑπὲρ τῶν ψυχῶν ἡμῶν, οὐ γὰρ ἐστι σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν.Verse 45Ἰδοὺ γὰρ ὁ πόλεμος ἐξεναντίας ἡμῶν καὶ ἐξόπισθεν ἡμῶν· τὸ δὲ ὕδωρ τοῦ Ἰορδάνου ἔνθεν καὶ ἔνθεν, καὶ ἕλος καὶ δρυμὸς, οὐκ ἔστι τόπος τοῦ ἐκκλῖναι.Verse 46Νῦν οὖν κεκράξατε εἰς οὐρανὸν, ὅπως διασωθῆτε ἐκ χειρὸς ἐχθρῶν ὑμῶν.Verse 47Καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν Ἰωνάθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπʼ αὐτοῦ εἰς τὰ ὀπίσω.Verse 48Καὶ ἐνεπήδησεν Ἰωνάθαν καὶ οἱ μετʼ αὐτοῦ εἰς τὸν Ἰορδάνην, καὶ διεκολύμβησαν εἰς τὸ πέραν· καὶ οὐ διέβησαν ἐπʼ αὐτοὺς τὸν Ἰορδάνην.Verse 49Καὶ διέπεσον παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας.Verse 50Καὶ ἐπέστρεψεν εἰς Ἱερουσαλὴμ, καὶ ᾠκοδόμησε πόλεις ὀχυρὰς ἐν τῇ Ἰουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν Ἱεριχὼ, καὶ τὴν Ἐμμαοὺμ, καὶ τὴν Βαιθωρῶν, καὶ τὴν Βαιθὴλ, καὶ τὴν Θαμναθὰ, Φαραθωνὶ, καὶ τὴν Τεφὼν ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς.Verse 51Καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ Ἰσραήλ.Verse 52Καὶ ὠχύρωσε τὴν πόλιν τὴν ἐν Βαιθσούρᾳ, καὶ τὴν Γάζαρα, καὶ τὴν ἄκραν, καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων.Verse 53Καὶ ἔλαβε τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα, καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ἱερουσαλὴμ ἐν φυλακῇ.Verse 54Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ, μηνι τῷ δευτέρῳ, ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας, καὶ καθεῖλε τὰ ἔργα τῶν προφητῶν, καὶ ἐνήρξατο τοῦ καθαιρεῖν.Verse 55Ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος, καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη, καὶ οὐκ ἐδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ.Verse 56Καὶ ἀπέθανεν Ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης.Verse 57Καὶ εἶδε Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος, καὶ ἀπέστρεψε πρὸς τὸν βασιλέα· καὶ ἡσύχασεν ἡ γῆ Ἰούδα ἔτη δύο.Verse 58Καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι, λέγοντες, ἰδοὺ Ἰωνάθαν καὶ οἱ παρʼ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσι πεποιθότες· νῦν οὖν ἄξομεν τὸν Βακχίδην, καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ.Verse 59Καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ.Verse 60Καὶ ἀπῇρε τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς, καὶ ἀπέστειλεν ἐπιστολὰς λάθρα πᾶσι τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ἰουδαίᾳ, ὅπως συλλάβωσι τὸν Ἰωνάθαν, καὶ τοὺς μετʼ αὐτοῦ· καὶ οὐκ ἐδύναντο, ὅτι ἐγνώσθη αὐτοῖς ἡ βουλὴ αὐτῶν.Verse 61Καὶ συνελάβοντο ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας, καὶ ἀπέκτειναν αὐτούς.Verse 62Καὶ ἐξεχώρησεν Ἰωνάθαν, καὶ Σίμων, καὶ οἱ μετʼ αὐτοῦ εἰς Βαιθβασὶ τὴν ἐν τῇ ἐρήμῳ, καὶ ᾠκοδόμησε τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν.Verse 63Καὶ ἔγνω Βακχίδης, καὶ συνήγαγε πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ τοῖς ἐκ τῆς Ἰουδαίας παρήγγειλε.Verse 64Καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βαιθβασὶ, καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς, καὶ ἐποίησε μηχανάς.Verse 65Καὶ ἀπέλιπεν Ἰωνάθαν Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει, καὶ ἐξῆλθεν εἰς τὴν χώραν, καὶ ἐξῆλθεν ἐν ἀριθμῷ.Verse 66Καὶ ἐπάταξεν Ὀδοαῤῥὴν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ τοὺς υἱοὺς Φασιρὼν ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἐξήρξατο τύπτειν, καὶ ἀναβαίνειν ἐν δυνάμεσι·Verse 67καὶ Σίμων, καὶ οἱ μετʼ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἐνεπύρισαν τὰς μηχανάς.Verse 68Καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπʼ αὐτῶν, καὶ ἔθλιβον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή.Verse 69Καὶ ὠργίσθηθυμῷ τοῖς ἀνδράσι τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν, καὶ ἀπέκτειναν ἐξ αὐτῶν πολλούς, καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ.Verse 70Καὶ ἐπέγνω Ἰωνάθαν, καὶ ἀπέστειλε πρὸς αὐτὸν πρέσβεις, τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην, καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν.Verse 71Καὶ ἀπεδέξατο, καὶ ἐποίησε κατὰ τοὺς λόγους αὐτοῦ, καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.Verse 72Καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλώτευσε τοπρότερον ἐκ γῆς Ἰούδα· καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν.Verse 73Καὶ κατέπαυσε ῥομφαία ἐξ Ἰσραήλ· καὶ ᾤκησεν Ἰωνάθαν ἐν Μαχμάς· καὶ ἤρξατο Ἰωνάθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισε τοὺς ἀσεβεῖς ἐξ Ἰσραήλ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?