1 Maccabees 4 — BRE

4Verse 1Καὶ παρέλαβε Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτὴν, καὶ ἀπῇρεν ἡ παρεμβολὴ νυκτὸς,Verse 2ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ἰουδαίων, καὶ πατάξαι αὐτοὺς ἄφνω· καὶ οἱ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί.Verse 3Καὶ ἤκουσεν Ἰούδας, καὶ ἀπῇρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Ἐμμαοὺμ,Verse 4ἕως ἔτι αἱ δυνάμεις ἐσκορπισμέναι ἦσαν ἀπὸ τῆς παρεμβολῆς.Verse 5Καὶ ἦλθε Γοργίας εἰς τὴν παρεμβολὴν Ἰούδα νυκτὸς, καὶ οὐδένα εὗρε· καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν, ὅτι εἶπε, φεύγουσιν οὗτοι ἀφʼ ἡμῶν.Verse 6Καὶ ἅμα τῇ ἡμέρᾳ, ὤφθη Ἰούδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσι· πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον καθὼς ἠβούλοντο.Verse 7Καὶ εἶδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν, τεθωρακισμένην, καὶ ἵππον κυκλοῦσαν αὐτὴν, καὶ οὗτοι διδακτοὶ πολέμου.Verse 8Καὶ εἶπεν Ἰούδας τοῖς ἀνδράσι τοῖς μετʼ αὐτοῦ, μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν, καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε.Verse 9Μνήσθητε πῶς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ, ὅτε ἐδίωξεν αὐτοὺς Φαραὼ ἐν δυνάμει.Verse 10Καὶ νῦν βοήσωμεν εἰς τὸν οὐρανὸν, εἴπως ἐλεήσει ἡμᾶς, καὶ μνησθήσεται διαθήκης πατέρων ἡμῶν, καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον.Verse 11Καὶ γνώσεται πάντα τὰ ἔθνη, ὅτι ἐστὶν ὁ λυτρούμενος καὶ σώζων τὸν Ἰσραήλ.Verse 12Καὶ ᾖραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν. καὶ ἴδον αὐτοὺς ἐρχομένους ἐξεναντίας,Verse 13καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον· καὶ ἐσάλπισαν οἱ μετὰ Ἰούδα.Verse 14Καὶ συνῆψαν, καὶ συνετρίβησαν τὰ ἔθνη, καὶ ἔφυγον εἰς τὸ πεδίον.Verse 15Οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαίᾳ· καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρὼν καὶ ἕως τῶν πεδίων τῆς Ἰδουμαίας καὶ Ἀζώτου καὶ Ἰαμνίας, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους.Verse 16Καὶ ἐπέστρεψεν Ἰούδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν,Verse 17καὶ εἶπε πρὸς τὸν λαὸν, μὴ ἐπιθυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξεναντίας ἡμῶν,Verse 18καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν· ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν, καὶ πολεμήσατε αὐτοὺς, καὶ μετὰ ταῦτα λήψετε τὰ σκύλα μετὰ παῤῥησίας.Verse 19Ἔτι λαλοῦντος Ἰούδα ταῦτα, ὤφθη μέρος τι ἐκκύπτον ἐκ τοῦ ὄρους.Verse 20Καὶ εἶδεν ὅτι τετρόπωνται, καὶ ἐμπυρίζουσι τὴν παρεμβολὴν, ὁ γὰρ καπνὸς θεωρούμενος ἐνεφάνιζε τὸ γεγονός.Verse 21Οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώθησαν σφόδρα· συνιδόντες δὲ καὶ τὴν Ἰούδα παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν,Verse 22ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων.Verse 23Καὶ ἀνέστρεψεν Ἰούδας ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς· καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν.Verse 24Καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν τὸν Κύριον, ὅτι καλὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Verse 25Καὶ ἐγένετο σωτηρία μεγάλη τῷ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.Verse 26Ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα.Verse 27Ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελε, τοιαῦτα γεγόνει τῷ Ἰσραὴλ, καὶ οὐχ οἷα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς, τοιαῦτα ἐξέβη.Verse 28Καὶ ἐν τῷ ἐχομένῳ ἐνιαυτῷ συνελόχησεν ὁ Λυσίας ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον, ὥστε ἐκπολεμῆσαι αὐτούς.Verse 29Καὶ ἦλθον εἰς τὴν Ἰδουμαίαν, καὶ παρενέβαλον ἐν Βαιθσούροις, καὶ συνήντησεν αὐτοῖς Ἰούδας ἐν δέκα χιλιάσιν ἀνδρῶν.Verse 30Καὶ εἶδε τὴν παρεμβολὴν ἰσχυρὰν, καὶ προσηύξατο, καὶ εἶπεν, εὐλογητὸς εἶ, ὁ σωτὴρ τοῦ Ἰσραὴλ, ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυὶδ, καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ἰωνάθαν υἱοῦ Σαοὺλ, καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ.Verse 31Σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ἰσραὴλ, καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν.Verse 32Δὸς αὐτοῖς δειλίαν, καὶ τῆξον θράσος ἰσχύος αὐτῶν, καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν.Verse 33Κατάβαλε αὐτοὺς ῥομφαίᾳ ἀγαπώντων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις.Verse 34Καὶ συνέβαλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας, καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν.Verse 35Ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν, τῆς αὐτοῦ συντάξεως, τῆς δὲ Ἰούδα τὸ γεγενημένον θάρσος, καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῇν ἢ τεθνάναι γενναίως, ἀπῇρεν εἰς Ἀντιόχειαν, καὶ ἐξενολόγει· καὶ πλεονάσας τὸν γενηθέντα στρατὸν, ἐλογίζετο πάλιν παραγενέσθαι εἰς τὴν Ἰουδαίαν.Verse 36Εἶπε δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν, ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ ἐγκαινίσαι.Verse 37Καὶ συνήχθη ἡ παρεμβολὴ πᾶσα, καὶ ἀνέβησαν εἰς ὄρος Σιών.Verse 38Καὶ ἴδον τὸ ἁγίασμα ἠρημωμένον, καὶ τὸ θυσιαστήριον βεβηλωμένον, καὶ τὰς πύλας κατακεκαυμένας, καὶ ἐν ταῖς αὐλαῖς φυτὰ πεφυκότα ὡς ἐν δρυμῷ ἢ ὡς ἐν ἑνὶ τῶν ὀρέων, καὶ τὰ παστοφόρια καθῃρημένα.Verse 39Καὶ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐκόψαντο κοπετὸν μέγαν, καὶ ἐπέθεντο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῶν.Verse 40Καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξι τῶν σημασιῶν, καὶ ἐβόησαν εἰς τὸν οὐρανόν.Verse 41Τότε ἐπέταξεν Ἰούδας ἄνδρας πολεμεῖν τοὺς ἐν τῇ ἄκρᾳ, ἕως ἂν καθαρίσῃ τὰ ἅγια.Verse 42Καὶ ἐπέλεξεν ἱερεῖς ἀμώμους, θελητὰς νόμου.Verse 43Καὶ ἐκαθάρισαν τὰ ἅγια, καὶ ᾖραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον ἀκάθαρτον.Verse 44Καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου, τί αὐτῷ ποιήσωσι.Verse 45Καὶ ἐπέπεσεν αὐτοῖς βουλὴ ἀγαθὴ, καθελεῖν αὐτὸ, μήποτε γένηται αὐτοῖς εἰς ὄνειδος, ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό· καὶ καθεῖλον τὸ θυσιαστήριον,Verse 46καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἴκου, ἐν τόπῳ ἐπιτηδείῳ, μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν.Verse 47Καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον, καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον.Verse 48Καὶ ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου, καὶ τὰς αὐλὰς ἡγίασαν.Verse 49Καὶ ἐποίησαν σκεύη ἅγια καινὰ, καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν.Verse 50Καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας, καὶ ἐφαίνοσαν ἐν τῷ ναῷ.Verse 51Καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους, καὶ ἐξεπέτασαν τὰ καταπετάσματα· καὶ ἐτέλεσαν πάντα τὰ ἔργα ἃ ἐποίησαν.Verse 52Καὶ ὤρθρισαν τοπρωῒ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐννάτου· οὗτος ὁ μὴν Χασελεῦ τοῦ ὀγδόου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ ἔτους.Verse 53Καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινὸν ὃ ἐποίησαν.Verse 54Κατὰ τὸν καιρὸν καὶ κατὰ τὴν ἡμέραν ἐν ᾗ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη, ἐν ἐκείνῃ ἐνεκαινίσθη ἐν ᾠδαῖς καὶ κιθάραις καὶ κινύραις, καὶ ἐν κυμβάλοις.Verse 55Καὶ ἔπεσον πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον, καὶ προσεκύνησαν, καὶ εὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτοῖς.Verse 56Καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτὼ, καὶ προσήνεγκαν ὁλοκαυτώματα μετʼ εὐφροσύνης, καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως.Verse 57Καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον τοῦ ναοῦ στεφάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις, καὶ ἐνεκαίνισν τὰς πύλας καὶ τὰ παστοφόρια, καὶ ἐθύρωσαν αὐτά.Verse 58Καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τῷ λαῷ σφόδρα, καὶ ἀπεστράφη ὄνειδος ἐθνῶν.Verse 59Καὶ ἔστησεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ ἐκκλησία Ἰσραὴλ, ἵνα ἄγωνται αἱ ἡμέραι ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατʼ ἐνιαυτὸν ἡμέρας ὀκτὼ, ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελεῦ, μετʼ εὐφροσύνης καὶ χαρᾶς.Verse 60Καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιὼν, κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυροὺς, μήποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτὰ, ὡς ἐποίησαν τοπρότερον.Verse 61Καὶ ἐπέταξεν ἐκεῖ δύναμιν τηρεῖν αὐτὸ, καὶ ὠχύρωσαν αὐτὸ τηρεῖν τὴν Βαιθσούραν, τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ἰδουμαίας.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?