1 Maccabees 15 — BRE

15Verse 1Καὶ ἀπέστειλεν ὁ Ἀντίοχος υἱὸς Δημητρίου τοῦ βασιλέως ἐπιστολὰς ἀπὸ τῶν νήσων τῆς θαλάσσης Σίμωνι ἱερεῖ καὶ ἐθνάρχῃ τῶν Ἰουδαίων, καὶ παντὶ τῷ ἔθνει.Verse 2Καὶ ἦσαν περιέχουσαι τὸν τρόπον τοῦτον· βασιλεὺς Ἀντίοχος Σίμωνι ἱερεῖ μεγάλῳ, καὶ ἐθνάρχῃ, καὶ ἔθνει Ἰουδαίων χαίρειν.Verse 3Ἐπειδὴ ἄνδρες λοιμοὶ κατεκράτησαν τῆς βασιλείας τῶν πατέρων ἡμῶν, βούλομαι δὲ ἀντιποιήσασθαι τῆς βασιλείας, ὅπως ἀποκαταστήσω αὐτὴν ὡς ἦν πρότερον, ἐξενολόγησα δὲ πλῆθος δυνάμεων, καὶ κατεσκεύασα πλοῖα πολεμικά,Verse 4βούλομαι δὲ ἐκβῆναι κατὰ τὴν χώραν, ὅπως μετέλθω τοὺς κατεφθαρκότας τὴν χώραν ἡμῶν, καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τῇ βασιλείᾳ·Verse 5νῦν οὗν ἵστημί σοι πάντα τὰ ἀφαιρέματα ἃ ἀφῆκάν σοι οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἄλλα δόματα ἀφῆκάν σοι.Verse 6Καὶ ἐπέτρεψά σοι ποιῆσαι κόμμα ἴδιον νόμισμα τῇ χώρᾳ σου,Verse 7Ἱερουσαλὴμ δὲ καὶ τὰ ἅγια εἶναι ἐλεύθερα· καὶ πάντα τὰ ὅπλα ὅσα κατεσκεύασας, καὶ τὰ ὀχυρώματα ἃ ᾠκοδόμησας, ὧν κρατεῖς, μενέτω σοι.Verse 8Καὶ πᾶν ὀφείλημα βασιλικὸν, καὶ τὰ ἐσόμενα βασιλικὰ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον ἀφιέσθω σοι·Verse 9ὡς δʼ ἂν κρατήσωμεν τῆς βασιλείας ἡμῶν, δοξάσομέν σε, καὶ τὸ ἔθνος σου, καὶ τὸ ἱερὸν δόξῃ μεγάλῃ, ὥστε φανερὰν γενέσθαι τὴν δόξαν ὑμῶν ἐν πάσῃ τῇ γῇ.Verse 10Ἔτους τετάρτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν Ἀντίοχος εἰς τὴν γῆν πατέρων αὐτοῦ, καὶ συνῆλθον πρὸς αὐτὸν πᾶσαι αἱ δυνάσεις, ὥστε ὀλίγους εἶναι τσὺς καταλειφθέντας σὺν Τρύφωνι.Verse 11Καὶ ἐδίωξεν αὐτὸν Ἀντίοχος ὁ βασιλεύς, καὶ ἦλθε φεύγων εἰς Δωρᾶ τὴν ἐπὶ τῆς θαλάσσης.Verse 12Εἶδε γὰρ ὅτι συνῆκται ἐπʼ αὐτὸν τὰ κακὰ, καὶ ἀφῆκαν αὐτὸν αἱ δυνάμεις.Verse 13Καὶ παρενέβαλεν Ἀντιοχος ἐπὶ Δωρᾶ, καὶ σύν αὐτῷ δώδεκα μυριάδες ἀνδρῶν πολεμιστῶν, καὶ ὀκτακισχιλία ἵππος.Verse 14Καὶ ἐκύκλωσεν τὴν πόλιν, καὶ τὰ πλοῖα ἀπὸ θαλάσσης συνῆψαν, καὶ ἔθλιβε τὴν πόλιν ἀπὸ τῆς γῆς, καὶ τῆς θαλάσσης, καὶ οὐκ εἴασεν οὐδένα ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι.Verse 15Καὶ ἦλθε Νουμήνιος, καὶ οἱ παρʼ αὐτοῦ, ἐκ Ῥώμης, ἔχοντες ἐπιστολὰς τοῖς βασιλεῦσι, καὶ ταῖς χώραις ἐν αἷς ἐγέγραπτο τάδε·Verse 16Λεύκιος ὕπατος Ῥωμαίων Πτολεμαίῳ βασιλεῖ χαίρειν.Verse 17Οἱ πρεσβευταὶ τῶν Ἰουδαίων ἦλθον πρὸς ἡμᾶς φίλοι ἡμῶν, καὶ σύμμαχοι, ἀνανεούμενοι τὴν ἐξ ἀρχῆς φιλίαν καὶ συμμαχίαν, ἀπεσταλμένοι ἀπὸ Σίμωνος τοῦ ἀρχιερέως, καὶ τοῦ δήμου τῶν Ἰουδαίων.Verse 18Ἤνεγκαν δὲ ἀσπίδα χρυσῆν ἀπὸ μνῶν χιλίων.Verse 19Ἤρεσεν οὖν ἡμῖν γράψαι τοῖς βασιλεῦσι, καὶ ταῖς χώραις, ὅπως μὴ ἐκζητήσωσιν αὐτοῖς, κακὰ καὶ μὴ πολεμήσωσιν αὐτοὺς, καὶ τὰς πόλεις αὐτῶν, καὶ τὴν χώραν αὐτῶν, καὶ ἵνα μὴ συμμαχήσωσι τοῖς πολεμοῦσιν αὐτούς.Verse 20Ἔδοξε δὲ ἡμῖν δέξασθαι τὴν ἀσπίδα παρʼ αὐτῶν.Verse 21Εἴ τινες οὖν λοιμοὶ διαπεφεύγασιν ἐκ τῆς χώρας αὐτῶν πρὸς ὑμᾶς, παράδοτε αὐτοὺς Σίμωνι τῷ ἀρχιερεῖ, ὅπως ἐκδικήσῃ ἐν αὐτοῖς κατὰ τὸν νόμον αὐτῶν.Verse 22Καὶ τὰ αὐτὰ ἔγραψε Δημητρίῳ τῷ βασιλεῖ, καὶ Ἀττάλῳ, Ἀριαράθῃ, καὶ Ἀρσάκῃ.Verse 23Καὶ εἰς πάσας τὰς χώρας, καὶ Σαμψάκῃ, καὶ Σπαρτιάταις, καὶ εἰς Δῆλον, καὶ εἰς Μύνδον, καὶ εἰς Σικυῶνα, καὶ εἰς τὴν Καρίαν, καὶ εἰς Σάμον, καὶ εἰς τὴν Παμφυλίαν, καὶ εἰς τὴν Λυκίαν, καὶ εἰς Ἀλικαρνασσὸν, καὶ εἰς Ῥόδον, καὶ εἰς Φασηλίδα, καὶ εἰς Κῶ, καὶ εἰς Σίδην, καὶ εἰς Ἄραδον, καὶ εἰς Γόρτυναν, καὶ Κνίδον, καὶ Κύπρον, καὶ Κυρήνην.Verse 24Τὸ δὲ ἀντίγραφον αὐτῶν ἔγραψαν Σίμωνι τῷ ἀρχιερεῖ.Verse 25Αντιόχος δὲ ὁ βασιλεὺς παρενέβαλεν ἐπὶ Δωρᾶ ἐν τῇ δευτέρᾳ, προσάγων διαπαντὸς αὐτῇ τὰς χεῖρας, καὶ μηχανὰς ποιούμενος, καὶ συνέκλεισε τὸν Τρύφωνα τοῦ μὴ εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι.Verse 26Καὶ ἀπέστειλεν αὐτῷ Σίμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχῆσαι αὐτῷ, καὶ ἀργύριον καὶ χρυσίον, καὶ σκεύη ἱκανά.Verse 27Καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασθαι, ἀλλʼ ἠθέτησε πάντα ὅσα συνέθετο αὐτῷ τοπρότερον, καὶ ἠλλοτριοῦτο αὐτῷ.Verse 28Καὶ ἀπέστειλε πρὸς αὐτὸν Ἀθηνόβιον ἕνα τῶν φίλων αὐτοῦ κοινολογησόμενον αὐτῷ λέγων, ὑμεῖς κατακρατεῖτε τῆς Ἰόππης καὶ Γαζάρων καὶ τῆς ἄκρας τῆς ἐν Ἱερουσαλὴμ, πόλεις τῆς βασιλείας μου.Verse 29Τὰ ὅρια αὐτῶν ἠρημώσατε, καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς, καὶ ἐκυριεύσατε τόπων πολλῶν ἐν τῇ βασιλείᾳ μου.Verse 30Νῦν οὖν παράδοτε τὰς πόλεις ἃς κατελάβεσθε, καὶ τοὺς φόρους τῶν τόπων ὧν κατεκυριεύσατε ἐκτὸς τῶν ὁρίων τῆς Ἰουδαίας.Verse 31Εἰ δὲ μὴ, δότε ἀντʼ αὐτῶν πεντακόσια τάλαντα ἀργυρίου, καὶ τῆς καταφθορᾶς ἧς κατεφθάρκατε, καὶ τῶν φόρων τῶν πόλεων ἄλλα τάλαντα πεντακόσια· εἰ δὲ δὴ, παραγενόμενοι ἐκπολεμήσομεν ὑμᾶς.Verse 32Καὶ ἦλθεν Ἀθηνόβιος φίλος τοῦ βασιλέως εἰς Ἱερουσαλήμ, καὶ εἶδε τὴν δόξαν Σίμωνος, καὶ κυλικεῖον μετὰ χρυσωμάτων, καὶ ἀργυρωμάτων, καὶ παράστασιν ἱκανὴν, καὶ ἐξίστατο, καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τοῦ βασιλέως.Verse 33Καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ, οὔτε γῆν ἀλλοτρίαν εἰλήφαμεν, οὔτε ἀλλοτρίων κεκρατήκαμεν, ἀλλὰ τῆς κληρονομίας τῶν πατέρων ἡμῶν, ὑπὸ δὲ ἐχθρῶν ἡμῶν ἔν τινι καιρῷ ἀκρίτως κατεκρατήθη.Verse 34Ἡμεῖς δὲ καιρὸν ἔχοντες ἀντεχόμεθα τῆς κληρονομίας τῶν πατέρων ἡμῶν.Verse 35Περὶ δὲ Ἰόππης καὶ Γαζάρων ὧν αἰτεῖς, αὗται ἐποίουν ἐν τῷ λαῷ πληγὴν μεγάλην κατὰ τὴν χώραν ἡμῶν, τούτων δώσομεν τάλαντα ἑκατόν·Verse 36Καὶ οὐκ ἀπεκρίθη αὐτῷ Ἀθηνόβιος λόγον. Ἀπέστρεψε δὲ μετὰ θυμοῦ πρὸς τὸν βασιλέα, καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τούτους, καὶ τὴν δόξαν Σίμωνος, καὶ πάντα ὅσα εἶδε· καὶ ὠργίσθη ὁ βασιλεὺς ὀργῆν μεγάλην.Verse 37Τρύφων δὲ ἐμβὰς εἰς πλοῖον ἔφυγεν εἰς Ὀρθωσιάδα.Verse 38Καὶ κατέστησεν ὁ βασιλεὺς τὸν Κενδεβαῖον στρατηγὸν τῆς παραλίας, καὶ δυνάμεις πεζικὰς καὶ ἱππικὰς ἔδωκεν αὐτῷ.Verse 39Καὶ ἐνετείλατο αὐτῷ παρεμβαλεῖν κατὰ πρόσωπον τῆς Ἰουδαίας· καὶ ἐνετείλατο αὐτῷ οἰκοδομῆσαι τὴν Κεδρὼν, καὶ ὀχυρῶσαι τὰς πύλας, καὶ ὅπως πολεμήσῃ τὸν λαόν· ὁ δὲ βασιλεὺς ἐδίωκε τὸν Τρύφωνα.Verse 40Καὶ παρεγενήθη Κενδεβαῖος εἰς Ἰάμνειαν, καὶ ἤρξατο τοῦ ἐρεθίζειν τὸν λαὸν, καὶ ἐμβατεύειν εἰς τὴν Ἰουδαίαν, καὶ αἰχμαλωτίζειν τὸν λαὸν καὶ φονεύειν.Verse 41Καὶ ᾠκοδόμησε τὴν Κεδρών· καὶ ἔταξεν ἐκεῖ ἱππεῖς καὶ δυνάμεις, ὅπως ἐκπορευόμενοι ἐξοδεύωσι τὰς ὁδοὺς τῆς Ἰουδαίας, καθὰ συνεταξεν αὐτῷ ὁ βασιλεύς.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?