Tools
Commentary

1 Kings 5 — BRE

See Hebrew/Greek in BSB →

5Verse 1Καὶ ἐχορήγουν οἱ καθεστάμενοι οὕτως τῷ βσαιλεῖ Σαλωμών· καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως ἕκαστος μῆνα αὐτοῦ, οὐ παραλλάσσουσι λόγον. Καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον οὗ ἂν ᾖ ὁ βασιλεὺς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ.Verse 2Καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμών· ἐν ἡμέρᾳ μιᾷ τριάκοντα κόροι σεμιδάλεως, καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου,Verse 3καὶ δέκα μόσχοι ἐκλεκτοὶ, καὶ εἴκοσι βόες νομάδες, καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων, καὶ δορκάδων ἐκλεκτῶν σιτευτά.Verse 4Ὅτι ἦν ἄρχων πέραν τοῦ ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν.Verse 9Καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν.Verse 10Καὶ ἐπληθύνθη Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου.Verse 11Καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους· καὶ ἐσοφίσατο ὑπὲρ Γαιθὰν τὸν Ζαρίτην, καὶ τὸν Αἰνὰν, καὶ τὸν Χαλκὰδ καὶ Δαράλα υἱοὺς Μάλ.Verse 12Καὶ ἐλάλησε Σαλωμὼν τρισχιλίας παραβολὰς, καὶ ἦσαν ᾠδαι αὐτοῦ πεντακισχίλιαι.Verse 13Καὶ ἐλάλησεν ὑπὲρ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ, καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου· καὶ ἐλάλησε περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων.Verse 14Καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμών· καὶ παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ·Verse 14Καὶ ἔλαβε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ αὐτῷ εἰς γυναῖκα, καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον ἑαυτοῦ, καὶ τὸ τεῖχος Ἱερουσαλήμ·Verse 14τότε ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ προκατελάβετο τὴν Γαζὲρ, καὶ ἐνεπύρισεν αὐτὴν, καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργάβ· καὶ ἔδωκεν αὐτὰς Φαραὼ ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμών· καὶ Σαλωμὼν ᾠκοδόμησε τὴν Γαζέρ.Verse 15Καὶ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρίσαι τὸν Σαλωμὼν ἀντὶ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χιρὰμ τὸν Δαυὶδ πάσας τὰς ἡμέρας.Verse 16Καὶ ἀπέστειλε Σαλωμὼν πρὸς Χιρὰμ, λέγων,Verse 17Σὺ οἶδας τὸν πατέρα μου Δαυὶδ, ὅτι οὐκ ἠδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτὸν, ἕως τοῦ δοῦναι Κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ.Verse 18Καὶ νῦν ἀνέπαυσε Κύριος ὁ Θεός μου ἐμοὶ κυκλόθεν, οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἁμάρτημα πονηρόν.Verse 19Καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου, καθὼς ἐλάλησε Κύριος ὁ Θεὸς πρὸς Δαυὶδ τὸν πατέρα μου, λέγων, ὁ υἱός σου ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.Verse 20Καὶ νῦν ἔντειλαι, καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου, καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα ὅσα ἂν εἴπῃς, ὅτι σὺ οἶδας, ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι.Verse 21Καὶ ἐγενήθη καθὼς ἤκουσε Χιρὰμ τῶν λόγων Σαλωμὼν, ἐχάρη σφόδρα, καὶ εἶπεν, εὐλογητὸς ὁ Θεὸς σήμερον, ὃς ἔδωκε τῷ Δαυὶδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον.Verse 22Καὶ ἀπέστειλε πρὸς Σαλωμὼν, λέγων, ἀκήκοα περὶ πάντων ὧν ἀπέσταλκας πρὸς μέ· ἐγὼ ποιήσω πᾶν θέλημά σου· ξύλα κέδρινα καὶ πεύκιναVerse 23οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν, ἐγὼ θήσομαι αὐτὰ σχεδίας, ἕως τοῦ τόπου οὗ ἐὰν ἀποστείλῃς πρὸς μὲ, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ, καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ θέλημά μου, τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου.Verse 24Καὶ ἦν Χιρὰμ διδοὺς τῷ Σαλωμὼν κέδρους καὶ πεύκας καὶ πᾶν θέλημα αὐτοῦ.Verse 25Καὶ Σαλωμὼν ἔδωκε τῷ Χιρὰμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχεὶρ τῷ οἴκῳ αὐτοῦ, καὶ εἴκος χιλιάδας βαὶθ ἐλαίου κεκομμένου· κατὰ τοῦτο ἐδίδου Σαλωμὼν τῷ Χιρὰμ κατʼ ἐνιαυτόν.Verse 26Καὶ Κύριος ἔδωκε σοφίαν τῷ Σαλωμὼν καθὼς ἐλάλησεν αὐτῷ· καὶ ἦν εἰρήνη ἀναμέσον Χιρὰμ καὶ ἀναμέσον Σαλωμὼν, καὶ διέθεντο διαθήκην ἀναμέσον αὐτῶν.Verse 27Καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον ἐκ παντὸς Ἰσραὴλ, καὶ ἦν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρῶν.Verse 28Καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον, δέκα χιλιάδες ἐν τῷ μηνὶ ἀλλασσόμενοι· μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ, καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν· καὶ Ἀδωνιρὰμ ἐπὶ τοῦ φόρου.Verse 29Καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν, καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει,Verse 30χωρὶς τῶν ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῷ Σαλωμὼν, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιοῦντες τὰ ἔργα.Verse 32Καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?