1 Kings 22 — BRE See Hebrew/Greek in BSB → 22Verse 1Καὶ ἐκάθισε τὰ τρία ἔτη, καὶ οὐκ ἦν πόλεμος ἀναμέσον Συρίας καὶ ἀναμέσον Ἰσραήλ.Verse 2Καὶ ἐγενήθη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ, καὶ κατέβη Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς βασιλέα Ἰσραήλ.Verse 3Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς τοὺς παῖδας αὐτοῦ, εἰ οἴδατε ὅτι ἡμῖν Ῥεμμὰθ Γαλαὰδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας;Verse 4Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, ἀναβήσῃ μεθʼ ἡμῶν εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον;Verse 5Καὶ εἶπεν Ἰωσαφὰτ, καθὼς ἐγὼ, καὶ σὺ οὕτως· καθὼς ὁ λαός μου, ὁ λαός σου· καθὼς οἱ ἵπποι μου, οἱ ἵπποι σου. Καὶ εἶπεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς βασιλέα Ἰσραὴλ, ἐπερωτήσατε δὴ σήμερον τὸν Κύριον.Verse 6Καὶ συνήθροισεν ὁ βασιλεὺς Ἰσραὴλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς, εἰ πορευθῶ εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπισχῶ; καὶ εἶπον, ἀνάβαινε, καὶ διδοὺς δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως.Verse 7Καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραὴλ, οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου, καὶ ἐπερωτήσομεν τὸν κύριον διʼ αὐτοῦ;Verse 8Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, εἷς ἐστιν ἀνὴρ εἰς τὸ ἐπερωτῆσαι δὀ αὐτοῦ τὸν Κύριον, καὶ ἐγὼ μεμίσηκα αὐτὸν, ὄτι οὐ λαλεῖ περὶ ἐμοῦ καλὰ, ἀλλʼ ἢ κακὰ, Μιχαίας υἱὸς Ἰεμβλαά· καὶ εἶπεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα, μὴ λεγέτω ὁ βασιλεὺς οὕτως.Verse 9Καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ εὐνοῦχον ἕνα, καὶ εἶπε, τοτάχος Μιχαίαν υἱὸν Ἰεμβλαά.Verse 10Καὶ ὁ βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα ἐκάθηντο ἀνὴρ ἐπὶ τοῦ θρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας· καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐνώπιον αὐτῶν.Verse 11Καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χαναὰν κέρατα σιδηρᾶ, καὶ εἶπε, τάδε λέγει Κύριος, ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως συντελεσθῇ.Verse 12Καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως, λέγοντες, ἀνάβαινε εἰς Ῥεμμὰθ Γαλαὰδ, καὶ εὐοδώσει, καὶ δώσει Κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας.Verse 13Καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μιχαίαν, ἐλάλησεν αὐτῷ, λέγων, ἰδοὺ δὴ λαλοῦσι πάντες οἱ προφῆται ἐν στόματι ἐνὶ καλὰ περὶ τοῦ βασιλέως, γίνου δὴ καὶ σὺ εἰς τοὺς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων, καὶ λάλησον καλά.Verse 14Καὶ εἶπε Μιχαίας, ζῇ Κύριος, ὅτι ἃ ἐὰν εἴπῃ Κύριος πρὸς μὲ, ταῦτα λαλήσω.Verse 15Καὶ ἦλθε πρὸς τὸν βασιλέα· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, Μιχαία, εἰ ἀναβῶ εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον, ἢ ἐπισχῶ; καὶ εἶπεν, ἀνάβαινε, καὶ εὐοδώσει Κύριος εἰς χεῖρα τοῦ βασιλέως.Verse 16Καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ποσάκις ἐγὼ ὁρκίζω σε, ὃπως λαλήσῃς πρὸς μὲ ἀλήθειαν ἐν ὀνόματι Κυρίου;Verse 17Καὶ εἶπεν, οὐχ οὕτως· ἑώρακα πάντα τὸν Ἰσραὴλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον ᾧ οὐκ ἔστι ποιμήν· καὶ εἶπε Κύριος, οὐ κύριος τούτοις Θεός; ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ ἀναστρεφέτω.Verse 18Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα, οὐκ εἶπα πρὸς σε, ὅτι οὐ προφητεύει οὗτός μοι καλὰ, διότι ἀλλʼ ἢ κακά;Verse 19Καὶ εἶπε Μιχαίας, οὐχ οὕτως· οὐκ ἐγώ· ἄκουε ῥῆμα Κυρίου· οὐχ οὕτως. Εἶδον Θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ.Verse 20Καὶ εἶπε Κύριος, τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται, καὶ πεσεῖται ἐν Ῥεμμὰθ Γαλαάδ; καὶ εἶπεν οὗτος οὕτως, καὶ οὗτος οὕτως.Verse 21Καὶ ἐξῆλθε πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου, καὶ εἶπεν, ἐγὼ ἀπατήσω αὐτόν.Verse 22Καὶ εἶπε πρὸς αὐτὸν Κύριος, ἐν τίνι; καὶ εἶπεν, ἐξελεύσομαι, καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν προφητῶν αὐτοῦ· καὶ εἶπεν, ἀπατήσεις, καί γε δυνήσῃ· ἔξελθε καὶ ποίησον οὕτως.Verse 23Καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.Verse 24Καὶ προσῆλθε Σεδεκίας υἱὸς Χαναὰν, καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα, καὶ εἶπε, ποῖον πνεῦμα Κύριου τὸ λαλῆσαν ἐν σοί;Verse 25Καὶ εἶπε Μιχαίας, ἰδοὺ σὺ ὄψῃ τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν εἰσέλθῃς ταμεῖον τοῦ ταμείου τοῦ κρυβῆναι ἐκεῖ.Verse 26Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ, λάβετε τὸν Μιχαίαν, καὶ ἀποστρέψατε αὐτὸν πρὸς Σεμὴρ τὸν βασιλέα τῆς πόλεως· καὶ τῷ Ἰωὰς υἱῷ τοῦ βασιλέωςVerse 27εἶπον θέσθαι τοῦτον ἐν φυλακῇ, καὶ ἐσθίειν αὐτὸν ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.Verse 28Καὶ εἶπε Μιχαίας, ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐ λελάληκε Κύριος ἐν ἐμοί.Verse 29Καὶ ἀνέβη βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα μετʼ αὐτοῦ εἰς Ῥεμμὰθ Γαλαάδ.Verse 30Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα, συγκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ, καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.Verse 31Καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων αὐτοῦ τριάκοντα καὶ δυσὶ, λέγων, μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν, ἀλλʼ ἢ τὸν βασιλέα Ἰσραὴλ μονώτατον.Verse 32Καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφὰτ βασιλέα Ἰούδα, καὶ αὐτοὶ εἶπαν, φαίνεται βασιλεὺς Ἰσραήλ οὗτος, καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι· καὶ ἀνέκραξεν Ἰωσαφάτ.Verse 33Καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστι βασιλεὺς Ἰσραὴλ οὗτος, καὶ ἀπέστρεψαν ἀπʼ αὐτοῦ.Verse 34Καὶ ἐπέτεινεν εἷς τὸ τόξον εὐστόχως, καὶ ἐπάταξε τὸν βασιλέα Ἰσραὴλ ἀναμέσον τοῦ πνεύμονος καὶ ἀναμέσον τοῦ θώρακος· καὶ εἶπε τῷ ἡνιόχῳ αὐτοῦ, ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι.Verse 35Καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἀπὸ πρωῒ ἕως ἑσπέρας, καὶ ἀπέχυνε τὸ αἷμα ἀπὸ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος, καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος.Verse 36Καὶ ἔστη ὁ στρατοκῆρυξ δύνοντος τοῦ ἡλίου, λέγων, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν,Verse 37ὅτι τέθνηκεν ὁ βασιλεύς· καὶ ἦλθον εἰς Σαμάρειαν, καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ.Verse 38Καὶ ἀπένιψαν τὸ ἅρμα ἐπὶ τὴν κρήνην Σαμαρείας· καὶ ἐξέλιξαν αἱ ὗες καὶ οἱ κύνες τὸ αἷμα, καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησε.Verse 39Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀχαὰβ καὶ πάντα ἃ ἐποίησε, καὶ οἴκον ἐλεφάντινον ὃν ᾠκοδόμησε, καὶ πάσας τὰς πόλεις ἃς ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;Verse 40Καὶ ἐκοιμήθη Ἀχαὰβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.Verse 41Καὶ Ἰωσαφὰτ υἱὸς Ἀσὰ ἐβασίλευσεν ἐπὶ Ἰούδαν· ἐν ἔτει τετάρτῷ τοῦ Ἀχαὰβ βασιλέως Ἰσραὴλ ἐβασίλευσενVerse 42Ἰωσαφὰτ, Υἱὸς τρίακοντα καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλὴμ· καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀζουβὰ θυγάτηρ Σαλαΐ.Verse 43Καὶ ἐπορεύθη ἐν πάση ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ, οὐκ ἐξέκλινεν ἀπʼ αὐτῆς τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου.Verse 44Πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν· ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.Verse 45Καὶ εἰρήνευσεν Ἰωσαφὰτ μετὰ βασιλέως Ἰσραήλ.Verse 46Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωσαφὰτ, καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν βασιλέων Ἰούδα;Verse 51Καὶ ἐκοιμήθη Ἰωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη παρὰ τοῖς πατράσιν αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.Verse 52Καὶ Ὀχοζίας υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ· ἐν ἔτει ἑπτακαιδεκάτῳ Ἰωσαφὰτ βασιλέως Ἰούδα, Ὀχοζίας υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη.Verse 53Καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῶ Ἀχαὰβ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ὁδῷ Ἰεζάβελ τῆς μητρὸς αὐτοῦ, καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραήλ·Verse 54Καὶ ἐδούλευσε τοῖς Βααλὶμ καὶ προσεκύνησεν αὐτοῖς, καὶ παρώργισε τὸν Κύριον Θεὸν Ἰσραὴλ, κατὰ πάντα τὰ γενόμενα ἔμπροσθεν αὐτοῦ. Chapter 21 2 Kings 1
1 Kings 22 — BRE
See Hebrew/Greek in BSB →