Tools
Commentary

1 Kings 19 — BRE

See Hebrew/Greek in BSB →

19Verse 1Καὶ ἀνήγγειλεν Ἀχαὰβ τῇ Ἰεζάβελ γυναικὶ αὐτοῦ πάντα ἃ ἐποίησεν Ἠλιοὺ, καὶ ὡς ἀπέκτεινε τοὺς προφήτας ἐν ῥομφαίᾳ.Verse 2Καὶ ἀπέστειλεν Ἰεζάβελ πρὸς Ἠλιοὺ, καὶ εἶπεν, εἰ σὺ εἶ Ἠλιοὺ καὶ ἐγὼ Ἰεζάβελ, τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν.Verse 3Καὶ ἐφοβήθη Ἠλιοὺ, καὶ ἀνέστη καὶ ἀπῆλθε κατὰ τὴν ψυχὴν αὐτοῦ, καὶ ἔρχεται εἰς Βηρσαβεὲ γῆν Ἰούδα, καὶ ἀφῆκε τὸ παιδάριον αὐτοῦ ἐκεῖ.Verse 4Καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας, καὶ ἦλθε καὶ ἐκάθισεν ὑποκάτω ῥαθμὲν, καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν· καὶ εἶπεν, ἱκανούσθω νῦν, λάβε δὴ τὴν ψυχήν μου ἀπʼ ἐμοῦ Κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου.Verse 5Καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν· καὶ ἰδού τις ἥψατο αὐτοῦ, καὶ εἶπεν αὐτῷ, ἀνάστηθι καὶ φάγε.Verse 6Καὶ ἐπέβλεψεν Ἠλιού· καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε, καὶ ἐπιστρέψας ἐκοιμήθη.Verse 7Καὶ ἐπέστρεψεν ὁ ἄγγελος Κυρίου ἐκ δευτέρου, καὶ ἥψατο αὐτοῦ, καὶ εἶπεν αὐτῷ, ἀνάστα, φάγε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός.Verse 8Καὶ ἀνέστη, καὶ ἔφαγε, καὶ ἔπιε· καὶ ἐπορεύθη ἐν ἰσχύϊ τῆς ρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρήβ.Verse 9Καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον, καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ῥῆμα Κυρίου πρὸς αὐτὸν, καὶ εἶπε, τί σὺ ἐνταῦθα Ἠλιού;Verse 10Καὶ εἶπεν Ἠλιοὺ, ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ἰσραήλ· τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν.Verse 11Καὶ εἶπεν, ἐξελεύσῃ αὔριον, καὶ στήσῃ ἐνώπιον Κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται Κύριος. Καὶλἰδοὺ πνεῦμα μέγα κραταιὸν διαλύον ὄρη καὶ συντρίβον πέτρας ἐνώπιον Κυρίου, οὐκ ἐν τῷ πνεύματι Κύριος· καὶ μετὰ τό πνεῦμα συσσεισμὸς, οὐκ ἐν τῷ συσσεισμῷ Κύριος·Verse 12Καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ Κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς.Verse 13Καὶ ἐγένετο ὡς ἤκουσεν Ἠλιοὺ, καὶ ἐπεκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ αὐτοῦ, καὶ ἐξῆλθε καὶ ἔστη ὑπὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ, καὶ εἶπε, τί σὺ ἐνταῦθα Ἠλιού;Verse 14Καὶ εἶπεν Ἠλιού, ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ἰσραήλ· καὶ τὰ θυσιαστήριά σου καθεῖλαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν.Verse 15Καὶ εἶπε Κύριος πρὸς αὐτὸν, πορεύου, ἀνάστρεφε εἰς τὴν ὁδόν σου, καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ· καὶ ἥξεις καὶ χρίσεις τὸν Ἀζαὴλ εἰς βασιλέα τῆς Συρίας·Verse 16Καὶ τὸν Ἰοὺ υἱὸν Ναμεσσὶ χρίσεις εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ τὸν Ἑλισαιὲ υἱὸν Σαφὰτ χρίσεις εἰς προφήτην ἀντὶ σοῦ.Verse 17Καὶ ἔσται τὸν σωζόμενον ἐκ ῥομφαίας Ἀζαὴλ, θανατώσει Ἰού· καὶ τὸν σωζόμενον ἐκ ῥομφαίας Ἰοὺ, θανατώσει Ἑλισαιέ.Verse 18Καὶ καταλείψεις ἐν Ἰσραὴλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βάαλ, καὶ πᾶν στόμα ὃ οὐ προσεκύνησεν αὐτῷ.Verse 19Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν Ἑλισαιὲ υἱὸν Σαφὰτ, καὶ αὐτὸς ἠροτρία ἐν βουσί· δώδεκα ζεύγη ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα· καὶ ἀπῆλθεν ἐπʼ αὐτὸν, καὶ ἐπέῥῥιψε τὴν μηλωτὴν αὐτοῦ ἐπʼ αὐτόν.Verse 20Καὶ κατέλιπεν Ἑλισαιὲ τὰς βόας, καὶ κατέδραμεν ὀπίσω Ἠλιοὺ, καὶ εἶπε, καταφιλήσω τὸν πατέρα μου, καὶ ἀκολουθήσω ὀπίσω σοῦ· καὶ εἶπεν Ἠλιοὺ, ἀνάστρεφε, ὅτι πεποίηκά σοι.Verse 21Καὶ ἀνέστρεψεν ἐξ ὄπισθεν αὐτοῦ· καὶ ἔλαβε τὰ ζεύγη τῶν βοῶν, καὶ ἔθυσε καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν, καὶ ἔδωκε τῷ λαῷ, καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ἠλιοὺ, καὶ ἐλειτούργει αὐτῷ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?