1 Esdras 7 — BRE

7Verse 1Τότε Σισίννης ἔπαρχος κοίλης Συρίας καὶ Φοινίκης, καὶ Σαθραβουζάνης, καὶ οἱ συνεταῖροι κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν,Verse 2ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ ἱεροστάταις.Verse 3Καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα, προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου τῶν προφητῶν.Verse 4Καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος Κυρίου Θεοῦ Ἰσραήλ· καὶ μετὰ τῆς γνώμης τοῦ Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου βασιλέων Περσῶν,Verse 5συνετελέσθη ὁ οἶκος ὁ ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς Ἄδαρ, τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου.Verse 6Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες, ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ.Verse 7Καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν τοῦ ἱεροῦ τοῦ Κυρίου ταύρους ἑκατὸν, κριοὺς διακοσίους, ἄρνας τετρακοσίους,Verse 8χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ Ἰσραὴλ δώδεκα πρὸς ἀριθμὸν, ἐκ τῶν φυλάρχων τοῦ Ἰσραὴλ δώδεκα.Verse 9Καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λενῖται κατὰ φυλὰς ἐστολισμένοι ἐπὶ τῶν ἔργων Κυρίου Θεοῦ Ἰσραὴλ ἀκολούθως τῇ Μωυσέως βίβλῳ, καὶ οἱ θυρωροὶ ἐφʼ ἑκάστου πυλῶνος.Verse 10Καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πάσχα ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς, ὅτε ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται,Verse 11ἅμα καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας, ὅτι ἡγνίσθησαν· ὅτι οἱ Λευῖται ἅμα πάντες ἡγνίσθησαν.Verse 12Καὶ ἔθυσαν τὸ πάσχα πᾶσι τοῖς υἱοῖς τοῖς αἰχμαλωσίας, καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσι, καὶ ἑαυτοῖς.Verse 13Καὶ ἐφάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐκ τῆς αἰχμαλωσίας, πάντες οἱ χωρισθέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν τῆς γῆς, ζητοῦντες τὸν Κύριον·Verse 14Καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι Κυρίου,Verse 15ὅτι μετέστρεψε τὴν βουλὴν τοῦ βασιλέως Ἀσσυρίων ἐπʼ αὐτοὺς, κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα Κυρίου Θεοῦ Ἰσραήλ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?