Tools
Commentary

1 Chronicles 9 — BRE

See Hebrew/Greek in BSB →

9Verse 1Καὶ πᾶς Ἰσραὴλ ὁ συλλοχισμὸς αὐτῶν· καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα, μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν,Verse 2καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν Ἰσραὴλ, οἱ ἱερεῖς, οἱ Λευῖται, καὶ οἱ δεδομένοι.Verse 3Καὶ ἐν Ἱερουσαλὴμ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ἰούδα, καὶ ἀπὸ τῶν υἱῶν Βενιαμὶν, καὶ ἀπὸ τῶν υἱῶν Ἐφραῒμ, καὶ Μανασσῆ.Verse 4Καὶ Γνωθὶ, καὶ υἱὸς Σαμιοὺδ, υἱοῦ Ἀμρὶ, υἱοῦ Ἀμβραῒμ, υἱοῦ Βουνὶ, υἱοῦ υἱῶν Φαρὲς, υἱοῦ Ἰούδα.Verse 5Καὶ ἐκ τῶν Σηλωνὶ, Ἀσαΐα πρωτότοκος αὐτοῦ, καὶ ὁ ὑοὶ αὐτοῦ.Verse 6Ἐκ τῶν υἱῶν Ζαρὰ, Ἰεὴλ, καὶ ἀδελφοὶ αὐτῶν ἑξακόσιοι καὶ ἐννενήκοντα.Verse 7Καὶ ἐκ τῶν υἱῶν Βενιαμὶν Σαλὼμ υἱὸς Μοσλλὰμ, υἱοῦ Ὠδουΐα, υἱοῦ Ἀσινοῦ,Verse 8καὶ Ἰεμναὰ υἱὸς Ἱεροβοὰμ, καὶ Ἠλώ· οὗτοι υἱοὶ Ὀζὶ υἱοῦ Μαχίρ· καὶ Μοσολλὰμ υἱὸς Σαφατία, υἱοῦ Ῥαγουὴλ, υἱοῦ Ἰεμναῒ,Verse 9καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν ἐννακόσιοι πεντηκονταὲξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατʼ οἴκους πατριῶν αὐτῶν.Verse 10Καὶ ἀπὸ τῶν ἱερέων, Ἰωδαὲ, καὶ Ἰωαρὶμ, καὶ Ἰαχὶν,Verse 11καὶ Ἀζαρία υἱὸς Χελκία υἱοῦ Μοσολλὰμ, υἱοῦ Σαδὼκ, υἱοῦ Μαραϊὼθ, υἱοῦ Ἀχιτὼβ ἡγουμένου οἴκου τοῦ Θεοῦ,Verse 12καὶ Ἀδαΐα υἱὸς Ἰραὰμ, υἱοῦ Φασχὼρ, υἱοῦ Μελχία, καὶ Μαασαία υἱὸς Ἀδιὴλ, υἱοῦ Ἐζιρὰ, υἱοῦ Μοσολλὰμ, υἱοῦ Μασελμὼθ, υἱοῦ Ἐμμὴρ,Verse 13καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν αὐτῶν, χίλιοι καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα, ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ Θεοῦ.Verse 14Καὶ ἐκ τῶν Λευιτῶν, Σαμαΐα υἱὸς Ἀσὼβ, υἱοῦ Ἐζρικὰμ, υἱοῦ Ἀσαβία, ἐκ τῶν υἱῶν Μεραρί.Verse 15Καὶ Βακβακὰρ, καὶ Ἀρὴς, καὶ Γαλαὰλ, καὶ Ματθανίας υἱὸς Μιχὰ, υἱοῦ Ζεχρὶ, υἱοῦ Ἀσάφ.Verse 16Καὶ Ἀβδία υἱὸς Σαμία, υἱοῦ Γαλαὰλ, υἱοῦ Ἰδιθοὺν, καὶ Βαραχία υἱὸς Ὀσσὰ, υἱοῦ Ἑλκανὰ, ὁ κατοικῶν ἐν ταῖς κώμαις Νωτεφατί.Verse 17Οἱ πυλωροὶ, Σαλὼμ, Ἀκοὺμ, Τελμὼν, καὶ Διμὰν, καὶ ἀδελφοὶ αὐτῶν· Σαλὼμ ὁ ἄρχων,Verse 18καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατʼ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευί.Verse 19Καὶ Σελλοὺμ υἱὸς Κορὲ, υἱοῦ Ἀβιασὰφ, υἱοῦ Κορέ· καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορῖται ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς· καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς Κυρίου φυλάσσοντες τὴν εἴσοδον.Verse 20Καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ ἡγούμενος ἦν ἐπʼ αὐτῶν ἔμπροσθεν Κυρίου, καὶ οὗτοι μετʼ αὐτοῦ.Verse 21Ζαχαρίας υἱὸς Μοσολλαμὶ πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.Verse 22Πάντες οἱ ἐκλεκτοὶ ἐπὶ τῆς πύλης ἐν ταῖς πύλαις διακόσιοι καὶ δεκαδύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησε Δαυὶδ καὶ Σαμουὴλ ὁ βλέπων τῇ πίστει αὐτῶν.Verse 23Καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πύλων ἐν οἴκῳ Κυρίου, καὶ ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν.Verse 24Κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατὰ ἀνατολὰς, θάλασσαν, Βοῤῥᾶν, Νότον.Verse 25Καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων·Verse 26Ὅτι ἐν πίστει εἰσὶ τέσσαρες δυνατοὶ τῶν πυλῶν· καὶ οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων, καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ Θεοῦ παρεμβάλλουσιν,Verse 27ὅτι ἐπʼ αὐτοὺς ἡ φυλακή· καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τοπρωῒ πρωῒ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ.Verse 28Καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσι, καὶ ἐν ἀριθμῷ ἐξόσουσι.Verse 29Καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη, καὶ ἐπὶ πάντα σκεύη τὰ ἅγια, καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ, καὶ τῶν ἀρωμάτων.Verse 30Καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου, καὶ εἰς τὰ ἀρώματα.Verse 31Καὶ Ματθαθίας ἐκ τῶν Λευιτῶν, οὗτος ὁ πρωτότοκος τῷ Σαλὼμ τῷ Κορείτῃ, ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως.Verse 32Καὶ Βαναΐας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως, τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον.Verse 33Καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπʼ αὐτοῖς ἐν τοῖς ἔργοις.Verse 34Οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν, ἄρχοντες οὗτοι κατῴκησαν ἐν Ἱερουσαλήμ.Verse 35Καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαὼν Ἰεήλ· καὶ ὄνομα γυναικὸς αὐτοῦ Μοωχά.Verse 36Καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος Ἀβδὼν, καὶ Σοὺρ, καὶ Κὶς, καὶ Βαὰλ, καὶ Νὴρ, καὶ Ναδὰβ,Verse 37καὶ Γεδοὺρ καὶ ἀδελφὸς, καὶ Ζακχοὺρ, καὶ Μακελώθ.Verse 38Καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά· καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἱερουσαλὴμ, ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.Verse 39Καὶ Νὴρ ἐγέννησε τὸν Κὶς, καὶ Κὶς ἐγέννησε τὸν Σαοὺλ, καὶ Σαοὺλ ἐγέννησε τὸν Ἰωνάθαν, καὶ τὸν Μελχισουὲ, καὶ τὸν Ἀμιναδὰβ, καὶ τὸν Ἀσαβάλ.Verse 40Καὶ υἱὸς Ἰωνάθαν Μεριβάλ· καὶ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά.Verse 41Καὶ υἱοὶ Μιχὰ Φιθὼν, καὶ Μαλὰχ, καὶ Θαράχ.Verse 42Καὶ Ἀχὰζ ἐγέννησε τὸν Ἰαδά· καὶ Ἰαδὰ ἐγέννησε τὸν Γαλεμὲθ, καὶ τὸν Γαζμὼθ, καὶ τὸν Ζαμβρί· και Ζαμβρὶ ἐγέννησε τὸν Μασσά.Verse 43Καὶ Μασσὰ ἐγέννησε τὸν Βαανὰ, καὶ Ῥαφαΐα υἱὸς αὐτοῦ, Ἐλασὰ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ.Verse 44Καὶ τῷ Ἐσὴλ ἓξ υἱοί· καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐζρικὰμ πρωτότοκος αὐτοῦ, καὶ Ἰσμαὴλ, καὶ Σαραΐα, καὶ Ἀβδία, καὶ Ἀνὰν, καὶ Ἀσά· οὗτοι υἱοὶ Ἐσήλ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?