Tools
Commentary

1 Chronicles 25 — BRE

See Hebrew/Greek in BSB →

25Verse 1Καὶ ἔστησε Δαυεὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺν, τοὺς ἀποφεγγομένους ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν κυμβάλοις· καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν.Verse 2Υἱοὶ Ἀσάφ, Σακχοὺρ, Ἰωσὴφ, καὶ Ναθαυίας, καὶ Ἐραήλ· υἱοὶ Ἀσὰφ ἐχόμενοι τοῦ βασιλέως.Verse 3Τῷ Ἰδιθοὺν, υἱοὶ Ἰδιθοὺν, Τοδολίας, καὶ Σουρὶ, καὶ Ἰσέας, καὶ Ἀσαβίας, καὶ Ματθαθίας, ἕξ μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθὺν, ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ.Verse 4Τῷ Αἰμὰν, υἱοὶ Αἰμὰν, Βουκίας, καὶ Ματθανίας, καὶ Ὀζιὴλ, καὶ Σουβαὴλ, καὶ Ἰεριμὼθ, καὶ Ἀνανίας, καὶ Ἀνὰν, καὶ Ἑλιαθὰ, καὶ Γοδολλαθὶ, καὶ Ῥωμετθιέζερ, καὶ Ἰεσβασακὰ, καὶ Μαλλιθὶ, καὶ Ὠθηρὶ, καὶ Μεαζώθ.Verse 5Πάντες οὗτοι υἱοὶ τῷ Αἰμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις Θεοῦ, ὑψῶσαι κέρας· καὶ ἔδωκεν ὁ Θεὸς τῷ Αἰμὰν υἱοὺς τεσσαρεσκαίδεκα, καὶ θυγατέρας τρεῖς.Verse 6Πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ Θεοῦ, ἐν κυμβάλοις, καὶ ἐν νάβλαις, καὶ ἐν κινύραις εἰς τὴν δουλείαν οἴκου τοῦ Θεοῦ, ἐχόμενα τοῦ βασιλέως, καὶ Ἀσὰφ, καὶ Ἰδιθοὺν, καὶ Αἱμάν.Verse 7Καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν δεδιδαγμένοι ᾄδειν Κυρίῳ πᾶς συνιὼν, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ.Verse 8Καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν τελείων καὶ μανθανόντων.Verse 9Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὑτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ἀσὰφ τοῦ Ἰωσὴφ, Γοδολίας· ὁ δεύτερος Ἡνεία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 10Ὁ τρίτος Ζακχοὺρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 11Ὁ τέταρτος Ἰεσρὶ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 12Ὁ πέμπτος Νάθαν, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 13Ὁ ἕκτος Βουκίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 14Ὁ ἕβδομος Ἰσεριὴλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 15Ὁ ὄγδοος Ἰωσία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 16Ὁ ἔννατος Ματθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 17Ὁ δέκατος Σεμεΐα, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 18Ὁ ἑνδέκατος Ἀσριὴλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 19Ὁ δωδέκατος Ἀσαβία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 20Ὁ τρισκαιδέκατος Σουβαὴλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 21Ὁ τεσσαρεσκαιδέκατος Ματθαθίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 22Ὁ πεντεκαιδέκατος Ἰεριμὼθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 23Ὁ ἑκκαιδέκατος Ἁνανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 24Ὁ ἑπτακαιδέκατος Ἰεσβασακὰ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 25Ὁ ὀκτωκαιδέκατος Ἀνανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 26Ὁ ἐννεακαιδέκατος Μαλλιθὶ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 27Ὁ εἰκοστὸς Ἑλιαθὰ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 28Ὁ εἰκοστὸς πρῶτος Ὠθηρὶ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 29Ὁ εἰκοστὸς δεύτερος Γοδολλαθὶ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 30Ὁ εἰκοστὸς τρίτος Μεαζὼθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·Verse 31Ὁ εἰκοστὸς τέταρτος Ῥωμετθιέζερ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?