Tools
Commentary

1 Chronicles 21 — BRE

See Hebrew/Greek in BSB →

21Verse 1Καὶ ἔστη διάβολος ἐν τῷ Ἰσραήλ, καὶ ἐπέσεισεν τὸν Δαυὶδ τοῦ ἀριθμῆσαι τὸν ἰσραήλ.Verse 2Καὶ εἶπεν ὁ βασιλεὺς δαυὶδ πρὸς Ἰωὰβ καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως, πορεύθητε, ἀριθμήσατε τὸν Ἰσραὴλ ἀρὸ Βηρσαβεὲ καὶ ἕως Δᾶν, καὶ ἐνέγκατε πρὸς μὲ, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν.Verse 3Καὶ εἶπεν Ἰωάβ, Προσθείη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, ὡς αὐτοὶ ἑκατονταπλασίως, καὶ οἱ ὀφθαλμοὶ τοῦ κυρίου μυυ τοῦ βασιλέως βλέποντες· πάντες τῷ κυρίῳ μου παῖδεσ· ἱνατί ζητεῖ κύριός μου τοῦτο; ἳνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ἰσραήλ.Verse 4Τὸ δὲ ρῆμα τοῦ βασιλέως ἴσχυσεν ἐπὶ Ιωὰβ, καὶ ἐξῆλθεν Ιωὰβ, καὶ διῆθεν ἐν παντὶ Ἰσραὴλ, καὶ ἦλθεν εἰς Ἰερουσλήμ.Verse 5Καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυίδ· καὶ ἦν πᾶς Ἰσραὴλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν·Verse 6Καὶ τὸν Λευὶ καὶ τὸν Βενιαμεὶν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν, ὅτι κατίσχυσν λόγος τοῦ βασιλέως τὸν Ἰωάβ.Verse 7καὶ πονηρὸν ἐναντίον τοῦ Θεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξεν τὸν Ἰσραήλ.Verse 8Καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν, ἡμάρτηκα σφόδρα, ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο, καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου, ὅτι ἐματαιώθην σφόδρα.Verse 9Καὶ ἐλάλησε Κύριος πρὸς Γὰδ τὸν ὁρῶντα,Verse 10Πορεύου καὶ λάλησον πρὸς Δαυὶδ, λέγων, Οὕτως λέγει Κύριος, τρία αἴρω ἐγὼ ἐπι σέ, ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν, καὶ ποιήσω σοι.Verse 11καὶ ἦλθεν Γὰδ πρὸς Δαυὶδ, καὶ εἶπεν αὐτῷ, Οὕτως λέγει Κύριος, Ἔκλεξαι σεαυτῷVerse 12ἢ τρία ἔτη λιμοῦ, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου, καὶ μάχαιρα ἐξ ἐχθρῶν σου τοῦ ἐξολεθρεῦσαι, ἢ τρεῖς ἡμέρας ῥομφαίαν Κυρίου καὶ θάνατον ἐν τῇ γῇ, καὶ ἄγγελος Κυρίου ἐξολεθρεύων ἐν πάσῃ κληρονομίᾳ Ἰσραήλ· καὶ νῦν ἴδε τί ἀποκριθῶ τῷ ἀποστείλαντι λόγον.Verse 13Καὶ εἶπεν Δαυεὶδ πρὸς Γάδ Στενά μοι καὶ τὰ τρία σφόδρα· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτειρμοὶ αὐτοῦ σφόδρα, καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω.Verse 14Καὶ ἔδωκεν Κύριος θάνατον ἐν Ἰσραήλ, καὶ ἔπεσον ἐξ Ἰσραὴλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.Verse 15καὶ ἀπέστειλεν Θεὸς ἄγγελο εἰς Ἰερουσαλὴμ τοῦ ἐξολοθρεῦσαι αὐτήν. καὶ ὡς ἐξολόθρευεν, εἶδε Κύριος, καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ. καὶ εἶπε τῷ ἀγγέλῳ τῷ ἐξολοθρεύονντι, Ἱκανούσθω σοι, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἑστὼς ἐν τῷ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.Verse 16Καὶ ἐπῆρε Δαυὶδ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδε τὸν ἄγγελον Κυρίου ἑστῶτα ἀναμέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ, καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ Ἰερουσαλὴμ, καὶ ἔπεσε Δαυὶδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν.Verse 17Καὶ εἶπεν Δαὶδ πρὸς τὸν Θθεόν, Οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι τῷ λαῷ; καὶ ἐγώ εἰμι ὁ ἁμαρτών, κακοποιῶν ἐκακοποίησα, καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν; Κύριε ὁ Θθεός, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου, καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, Κύριε.Verse 18Καὶ ἄγγελος Κυρίου εἶπε τῷ Γὰδ τοῦ εἰπεῖν πρὸς Δαυὶδ ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον κυρίῳ ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.Verse 19Καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γὰδ, ὃν ἐλάλησεν ἐν ὀνόματι Κυρίου.Verse 20Καὶ ἐπέστρεψεν Ὀρνά, καὶ εἶδε τὸν βασιλέα καὶ τέσσαρας υἱοὺς αὐτοῦ μετʼ αὐτοῦ μεθʼ ἁχαβίν· καὶ Ὀρνὰ ἦν ἀλοῶν πυρούς.Verse 21Καὶ ἦλθεν Δαυὶδ πρὸς Ὀρνᾶν, καὶ Ὀρνὰ ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησεν τῷ Δαυὶδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν.Verse 22Καὶ εἶπε Δαυὶδ πρὸς Ὀρνὰ, δός μοι τὸν τόπον σου τῆς ἅλω, καὶ οἰκοδομήσω ἐπʼ αὐτῷ θυσιαστήριον τῷ κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ.Verse 23Καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυίδ, Λάβε σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον εαὐτοῦ· ἴδε δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν, καὶ τὸ ἄροτρον εἰς ξύλα, καὶ τὸν σῖτον εἰς θυαίαν, τὰ πάντα δέδωκα.Verse 24Καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ τῷ Ὀρνὰ, Οὐχὶ, ὅτι ἀγοράζων ἀγοράσω ἐν ἀργυρίῳ ἀξίῳ, ὅτι οὐ μὴ λάβω ἅ ἐστί σοι Κυρίῳ, τοῦ ἀνενέγκαι ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ.Verse 25καὶ ἔδωκεν Δαυὶδ τῷ Ὀρνὰ ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους.Verse 26Καὶ ᾠκοδόμησεν ἐκεῖ Δανδ θυσιαστήριον Κυρίῳ, καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου· καὶ ἐβόησε πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ κατανάλωσεν τὴν ὁλοκαύτωσιν.Verse 27Καὶ εἶπε Κύριος πρὸς τὸν ἄγγελον· καὶ κατέθηκε τὴν ῥομφαίαν εἰς τὸν κολεὸν αὐτῆς.Verse 28Ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυὶδ ὅτι ἐπήκουσεν αὐτῷ Κύριος ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου, καὶ ἐθυσίασεν ἐκεῖ.Verse 29Καὶ σκηνὴ Κυρίου ἣν ἐποίησε Μωυσῆς ἐν τῇ ἐρήμῳ, καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμὰ ἐν Γαβαών.Verse 30Καὶ οὐκ ἐδύνατο Δαυὶδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν Θεόν, ὅτι οὐ κατέσπευσεν ἀπὸ προσώπου τῆς ῥομφαίας ἀγγέλου Κυρίου.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?