1 Chronicles 16 — BRE
16Verse 1Καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ Θεοῦ, καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ Δαυὶδ, καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον τοῦ Θεοῦ.Verse 2Καὶ συνετέλεσε Δαυὶδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου, καὶ εὐλόγησε τὸν λαὸν ἐν ὀνόματι Κυρίου.Verse 3Καὶ διεμέρισε παντὶ ἀνδρὶ Ἰσραὴλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς, τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν, καὶ ἀμορείτην.Verse 4Καὶ ἔταξε κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης Κυρίου ἐκ τῶν Λευιτῶν λειτουργοῦντας ἀναφωνοῦντας, καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν Κύριον τὸν Θεὸν Ἰσραήλ·Verse 5Ἀσὰφ ὁ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαρίας, Ἰεϊὴλ, Σεμιραμὼθ, καὶ Ἰεϊὴλ, Ματταθίας, Ἐλιὰβ, καὶ Βαναΐας, καὶ Ἀβδεδομ· καὶ Ἰεϊὴλ ἐν ὀργάνοις, νάβλαις, κινύραις, καὶ Ἀσὰφ ἐν κυμβάλοις ἀναφωνῶν·Verse 6Καὶ Βαναίας καὶ Ὀζιὴλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξι διαπαντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ Θεοῦ.Verse 7Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τότε ἔταξε Δαυὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν Κύριον ἐν χειρὶ Ἀσὰφ καὶ τῶν ἀδελφῶν αὐτοῦ.Verse 8Ὠδη. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ, γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ.Verse 9Ἄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ, διηγήσασθε πᾶσι τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησε Κύριος.Verse 10Αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ, εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ.Verse 11Ζητήσατε τὸν Κύριον καὶ ἰσχύσατε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός.Verse 12Μνημονεύετε τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησε, τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ.Verse 13σπέρμα Ἰσραὴλ παῖδες αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.Verse 14Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.Verse 15Μνημονεύωμεν εἰς αἰῶνα διαθήκης αὐτοῦ, λόγον αὐτοῦ ὃν ἐνετείλατο εἰς χιλίας γενεὰς,Verse 16ὃν διέθετο τῷ Ἁβραὰμ, καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ἰσαάκ.Verse 17Ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα, τῷ Ἰσραὴλ διαθήκην αἰώνιον,Verse 18λέγων, σοὶ δώσω τὴν γῆν Χαναὰν σχοίνισμα κληρονομίας ὑμῶν.Verse 19Ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ, ὡς ἐσμικρύνθησαν, καὶ παρῴκησαν ἐν αὐτῇ,Verse 20καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος, καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον,Verse 21οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτοὺς, καὶ ἤλεγξε περὶ αὐτῶν βασιλεῖς.Verse 22Μὴ ἅψησθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς πρόφήταις μου μὴ πονηρεύεσθε.Verse 23Ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ.Verse 23Ἐξηγεῖσθε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.Verse 25Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς.Verse 26Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα, καὶ ὁ Θεὸς ἡμῶν οὐρανοὺς ἐποίησε.Verse 27Δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ, ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ.Verse 28Δότε τῷ Κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, δότε τῷ Κυρίῳ δόξαν καὶ ἰσχὺν,Verse 29δότε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ, καὶ προσκυνήσατε Κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ.Verse 30Φοβηθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ, κατορθωθήτω ἡ γῆ, καὶ μὴ σαλευθήτω.Verse 31Εὐφρανθήτω ὁ οὐρανὸς, καὶ ἀγαλλιάσθω ἡ γῆ, καὶ εἰπάτωσαν ἐν τοῖς ἔθνεσι, Κύριος βασιλεύων.Verse 32Βομβήσει ἡ θάλασσα σὺν τῷ πληρώματι, καὶ ξὺλον ἀγροῦ καὶ πάντα τὰ ἐν αὐτῷVerse 33Τότε εὐφρανθήσεται τὰ ξύλατοῦ δρυμοῦ ἀπὸ προσώπου Κυρίου, ὅτι ἦλθε κρίναι τὴν γῆν.Verse 34Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Verse 35Καὶ εἴπατε, σῶσον ἡμᾶς, ὁ Θεὸς τῆς σωτηρίας ἡμῶν καὶ ἄθροισον ἡμᾶς. καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν, τοῦ αἴνειν τὸ ὄνομα τὸ ἅγιόν σου, καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσί σου.Verse 36Εὐλογημένος Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· Καὶ ἐρεῖ πᾶς ὁ λαὸς, ἀμήν· καὶ ᾔνεσαν τῷ Κυρίῳ.Verse 37Καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαθήκης Κυρίου τὸν Ἀσὰφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διαπαντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν.Verse 38Καὶ Ἀβδεδὸμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑξήκοντα καὶ ὀκτώ· καὶ Ἀβδεδὸμ υἱὸς Ἰδιθοὺν, καὶ Ὀσὰ, εἰς τοὺς πυλωρούς.Verse 39Καὶ τὸν Σαδὼκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον τῆς σκηνῆς Κυρίου ἐν βαμὰ τῇ ἐν Γαβαὼν,Verse 40τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ Κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διαπαντὸς τοπρωῒ καὶ τοεσπέρας, καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ Κυρίου ὅσα ἐνετείλατο ἐφʼ υἱοῖς Ἰσραὴλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ Θεοῦ.Verse 41Καὶ μετʼ αὐτοῦ Αἰμὰν καὶ Ἰδιθοὺν, καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπʼ ὀνόματος τοῦ αἰνεῖν τὸν Κύριον, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Verse 42Καὶ μετʼ αὐτῶν σάλπιγγες καὶ κὺμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ῷδῶν τοῖ Θεοῦ, οἱ δὲ υἱοὶ Ἰδιθοὺν εἰς τὴν πύλην.Verse 43Καὶ ἐπορεύθη πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐπέστρεψε Δαυὶδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ.