1 Chronicles 11 — BRE
11Verse 1Καὶ ἦλθε πᾶς Ἰσραὴλ πρὸς Δαυὶδ ἐν Χεβρὼν, λέγοντες, ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς,Verse 2καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ· καὶ εἶπεν Ἰσραὴλ Κύριός σοι, σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραὴλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ.Verse 3Καὶ ἦλθον πάντες πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών· καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἔναντι Κυρίου· καὶ ἔχρισαν τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ Ἰσραὴλ κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Σαμουήλ.Verse 4Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ, αὕτη Ἰεβοὺς, καὶ ἐκεῖ οἱ κατοικοῦντες τὴν γῆν εἶπον τῷ Δανιδ, οὐκ εἰσελεύση ὧδε·Verse 5καὶ προκατελάβετο τὴν περιοχὴν Σιών· αὕτη ἡ πόλις Δαυίδ.Verse 6Καὶ εἶπε Δαυὶδ, πᾶς τύπτων Ἰεβουσαῖον ἐν πρώτοις, καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπʼ αὐτὴν ἐν πρώτοις Ἰωὰβ υἱὸς Σαρουία, καὶ ἐγένετο εἰς ἄρχοντα.Verse 7Καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν πόλιν Δαυίδ.Verse 8Καὶ ᾠκοδόμησε τὴν πόλιν κύκλῳ.Verse 9Καὶ ἐπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετʼ αὐτοῦ.Verse 10καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυὶδ, οἱ κατισχύοντες μετʼ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ἰσραὴλ, τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον Κυρίου ἐπὶ Ἰσραήλ.Verse 11Καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυίδ· Ἰεσεβαδὰ υἱὸς ʼΑχαμὰν πρῶτος τῶν τριάκοντα· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί.Verse 12Καὶ μετʼ αὐτὸν Ἐλεάζαρ υἱὸς Δωδαῒ ὁ Ἀχωχί· οὗτος ἦν ἐν τοῖς τρισὶ δυνατοῖς.Verse 13Οὗτος ἦν μετὰ Δαυὶδ ἐν Φασσδαμὶν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων.Verse 14Καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος, καὶ ἔσωσεν αὐτὴν, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην.Verse 15Καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον Ὀδολλὰμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων ἐν τῇ κοιλάδι τῶν γιγάντων.Verse 16Καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ.Verse 17Καὶ ἐπεθύμησε Δαυὶδ, καὶ εἶπε, τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ;Verse 18Καὶ διέῤῥηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων· καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἤλθον πρὸς Δαυίδ· καὶ οὐκ ἠθέλησε Δαυὶδ τοῦ πιεῖν αὐτὸ, καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ,Verse 19καὶ εἶπεν, ἵλεώς μοι ὁ θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν· καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό· ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.Verse 20Καὶ Ἀβισὰ ἀδελφὸς Ἰωὰβ, οὗτος ἦν ἄρχων τῶν τριῶν· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνὶ, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν.Verse 21Ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο.Verse 22Καὶ Βαναία υἱὸς Ἰωδαὲ υἱὸς ἄνδρος δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαήλ· οὗτος ἐπάταξε τοὺς δύο ἀριὴλ Μωὰβ, καὶ οὗτος κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος.Verse 23Καὶ οὗτος ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων· καὶ κατέβη ἐπʼ αὐτὸν Βαναία ἐν ῥάβδῳ, καὶ ἀφείλατο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ, καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.Verse 24Ταῦτα ἐποίησε Βαναία υἱὸς Ἰωδαὲ, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς. Ὑπὲρ τοὺς τριάκοντα ἦν ἔνδοξος οὗτος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.Verse 25Ὑπὲρ τοὺς τριάκοντα ἦν ἔνδοξος οὗτος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυεὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.Verse 26Καὶ δυνατοὶ τῶν δυνάμεων, Ἀσαὴλ ἀδελφὸς Ἰωὰβ, Ἐλεανὰν υἱὸς Δωδωὲ ἐκ Βηθλεὲμ,Verse 27Σαμαὼθ ὁ ʼΑρωρὶ, Χελλὴς ὁ Φελωνὶ,Verse 28Ὠρὰ υἱὸς Ἐκκὶς ὁ Θεκωί, Ἀβιέζερ ὁ Ἀναθωθὶ,Verse 29Σοβοχαὶ ὁ Οὐσαθὶ, Ἠλὶ ὁ Ἀχωνὶ,Verse 30Μαραῒ ὁ Νετωφαθὶ, Χθαὸδ υἱὸς Νοοζὰ ὁ Νετωφαθὶ,Verse 31Αἰρεὶ υἱὸς Ῥεβιὲ ἐκ βουνοῦ Βενιαμὶν, Βαναίας ὁ Φαραθωνὶ,Verse 32Οὐρὶ ἐκ Ναχαλὶ Γάας, Ἀβιὴλ ὁ Γαραβαιθὶ,Verse 33Ἀζβὼν ὁ Βαρμὶ, Ἐλιαβὰ ὁ Σαλαβωνὶ,Verse 34υἱὸς Ἀσὰμ τοῦ Γιζωνίτου, Ἰωνάθαν υἱὸς Σωλὰ ὁ Ἀραρὶ,Verse 35Ἀχὶμ υἱὸς Ἀχὰρ ὁ ʼΑραρὶ, Ἐλφὰτ υἱὸς ΘυροφὰρVerse 36ὁ Μεχωραθρὶ, Ἀχία ὁ Φελλωνὶ,Verse 37ʼΗσερὲ ὁ Χαρμαδαῒ, Νααραὶ υἱὸς Ἀζοβαὶ,Verse 38Ἰωὴλ υἱὸς Νάθαν, Μεβαὰλ υἱὸς ʼΑγαρὶ,Verse 39Σελὴ ὁ Ἀμμωνὶ, Ναχὼρ ὁ Βηρωθὶ, αἴρων σκεύη υἱῷ Σαρουία,Verse 40Ἰρὰ ὁ Ἰεθρὶ, Γαβὴρ ὁ Ἰεθρὶ,Verse 41Οὐρία ὁ Χεττὶ, Ζαβὲτ υἱὸς Ἀχαϊὰ,Verse 42Ἀδινὰ υἱὸς Σαιζὰ τοῦ Ῥουβὴν ἄρχων, καὶ ἐπʼ αὐτῷ τριάκοντα,Verse 43ʼΑνὰν υἱὸς Μοωχὰ, καὶ Ἰωσαφὰτ ὁ Ματθανί,Verse 44Ὀζία ὁ Ἀσταρωθὶ, Σαμαθὰ καὶ Ἰεϊὴλ υἱοὶ Χωθὰν τοῦ Ἀραρὶ,Verse 45Ἰεδιὴλ υἱὸς Σαμερὶ, καὶ Ἰωζαὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ Θωσαῒ,Verse 46Ἐλιὴλ ὁ Μαωὶ, καὶ Ἰαριβὶ, καὶ Ἰωσία υἱὸς αὐτοῦ, Ἐλλαὰμ, καὶ Ἰεθαμὰ ὁ Μωαβίτης,Verse 47Δαλιὴλ, καὶ Ὠβὴθ, καὶ Ἰεσσειὴλ ὁ Μεσωβία.