Mark 1 — TCG See Hebrew/Greek in BSB → The Preaching of John the Baptist1Verse 1Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ,+υἱοῦ τοῦ Θεοῦ.Verse 2+Ὡς γέγραπται ἐν+τοῖς προφήταις,Ἰδού,+ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,ὃς κατασκευάσει τὴν ὁδόν σου+ἔμπροσθέν σου.Verse 3Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,Verse 4ἐγένετο+Ἰωάννης+βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.Verse 5Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ+Ἱεροσολυμῖται,+καὶ ἐβαπτίζοντο πάντες+ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.Verse 6+Ἦν δὲ+ὁ+Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ+ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.Verse 7Καὶ ἐκήρυσσε, λέγων, Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.Verse 8Ἐγὼ+μὲν ἐβάπτισα ὑμᾶς+ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς+ἐν Πνεύματι Ἁγίῳ.The Baptism of JesusVerse 9Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν+Ἰησοῦς ἀπὸ+Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη+ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.Verse 10Καὶ+εὐθέως ἀναβαίνων+ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμα+ὡσεὶ περιστερὰν καταβαῖνον+ἐπ᾽ αὐτόν·Verse 11καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν+ᾧ+εὐδόκησα.The Temptation of JesusVerse 12Καὶ+εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.Verse 13Καὶ ἦν+ἐκεῖ ἐν τῇ ἐρήμῳ+ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.Jesus Begins His MinistryVerse 14+Μετὰ δὲ τὸ παραδοθῆναι+τὸν+Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον+τῆς βασιλείας τοῦ Θεοῦ,Verse 15καὶ λέγων ὅτιΠεπλήρωται ὁ καιρός, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.Jesus Calls His First DisciplesVerse 16+Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν+αὐτοῦ τοῦ Σίμωνος+βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ+ἁλιεῖς.Verse 17Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς,Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι+ἁλιεῖς ἀνθρώπων.Verse 18Καὶ+εὐθέως ἀφέντες τὰ δίκτυα+αὐτῶν, ἠκολούθησαν αὐτῷ.Verse 19Καὶ προβὰς+ἐκεῖθεν ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ+Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα.Verse 20Καὶ+εὐθέως ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.Jesus Casts Out an Unclean SpiritVerse 21Καὶ εἰσπορεύονται εἰς+Καπερναούμ· καὶ+εὐθέως τοῖς σάββασιν+εἰσελθὼν+εἰς τὴν συναγωγήν, ἐδίδασκε.Verse 22Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.Verse 23+Καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε,Verse 24λέγων,+Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.Verse 25Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων,Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ.Verse 26Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ+κράξαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ.Verse 27Καὶ ἐθαμβήθησαν+πάντες, ὥστε+συζητεῖν+πρὸς ἑαυτούς, λέγοντας, Τί ἐστι τοῦτο;+Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾽ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ;Verse 28+Ἐξῆλθε δὲ ἡ ἀκοὴ αὐτοῦ+εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.Jesus Heals ManyVerse 29Καὶ+εὐθέως ἐκ τῆς συναγωγῆς+ἐξελθόντες, ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ+Ἰωάννου.Verse 30Ἡ δὲ πενθερὰ+Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ+εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς·Verse 31καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς+αὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς+εὐθέως, καὶ διηκόνει αὐτοῖς.Verse 32Ὀψίας δὲ γενομένης, ὅτε+ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·Verse 33καὶ+ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν.Verse 34Καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν+αὐτόν.Jesus Preaches in GalileeVerse 35Καὶ πρωῒ+ἔννυχον λίαν ἀναστὰς ἐξῆλθε, καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.Verse 36Καὶ+κατεδίωξαν αὐτὸν+ὁ Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ·Verse 37καὶ+εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι Πάντες+σε ζητοῦσι.Verse 38Καὶ λέγει αὐτοῖς,+Ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα+καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ+ἐξελήλυθα.Verse 39Καὶ+ἦν κηρύσσων+ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.Jesus Cleanses a Man with LeprosyVerse 40Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν+αὐτόν,+καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.Verse 41+Ὁ δὲ Ἰησοῦς+σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα,+ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ,Θέλω, καθαρίσθητι.Verse 42Καὶ+εἰπόντος αὐτοῦ+εὐθέως ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ+ἐκαθαρίσθη.Verse 43Καὶ ἐμβριμησάμενος αὐτῷ,+εὐθέως ἐξέβαλεν αὐτόν,Verse 44καὶ λέγει αὐτῷ,Ὅρα μηδενὶ μηδὲν εἴπῃς·+ἀλλ᾽ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ+προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε+Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.Verse 45Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν,+ἀλλ᾽ ἔξω+ἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν+πανταχόθεν. Matthew 28 Chapter 2
Mark 1 — TCG
See Hebrew/Greek in BSB →
The Preaching of John the Baptist
1Verse 1Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ,+υἱοῦ τοῦ Θεοῦ.Verse 2+Ὡς γέγραπται ἐν+τοῖς προφήταις,Ἰδού,+ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,
ὃς κατασκευάσει τὴν ὁδόν σου+ἔμπροσθέν σου.
Verse 3Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,Verse 4ἐγένετο+Ἰωάννης+βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.Verse 5Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ+Ἱεροσολυμῖται,+καὶ ἐβαπτίζοντο πάντες+ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.Verse 6+Ἦν δὲ+ὁ+Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ+ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.Verse 7Καὶ ἐκήρυσσε, λέγων, Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.Verse 8Ἐγὼ+μὲν ἐβάπτισα ὑμᾶς+ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς+ἐν Πνεύματι Ἁγίῳ.
The Baptism of Jesus
Verse 9Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν+Ἰησοῦς ἀπὸ+Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη+ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.Verse 10Καὶ+εὐθέως ἀναβαίνων+ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμα+ὡσεὶ περιστερὰν καταβαῖνον+ἐπ᾽ αὐτόν·Verse 11καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν+ᾧ+εὐδόκησα.The Temptation of Jesus
Verse 12Καὶ+εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.Verse 13Καὶ ἦν+ἐκεῖ ἐν τῇ ἐρήμῳ+ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.Jesus Begins His Ministry
Verse 14+Μετὰ δὲ τὸ παραδοθῆναι+τὸν+Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον+τῆς βασιλείας τοῦ Θεοῦ,Verse 15καὶ λέγων ὅτιΠεπλήρωται ὁ καιρός, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.Jesus Calls His First Disciples
Verse 16+Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν+αὐτοῦ τοῦ Σίμωνος+βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ+ἁλιεῖς.Verse 17Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς,Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι+ἁλιεῖς ἀνθρώπων.Verse 18Καὶ+εὐθέως ἀφέντες τὰ δίκτυα+αὐτῶν, ἠκολούθησαν αὐτῷ.Verse 19Καὶ προβὰς+ἐκεῖθεν ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ+Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα.Verse 20Καὶ+εὐθέως ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.Jesus Casts Out an Unclean Spirit
Verse 21Καὶ εἰσπορεύονται εἰς+Καπερναούμ· καὶ+εὐθέως τοῖς σάββασιν+εἰσελθὼν+εἰς τὴν συναγωγήν, ἐδίδασκε.Verse 22Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.Verse 23+Καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε,Verse 24λέγων,+Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.Verse 25Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων,Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ.Verse 26Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ+κράξαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ.Verse 27Καὶ ἐθαμβήθησαν+πάντες, ὥστε+συζητεῖν+πρὸς ἑαυτούς, λέγοντας, Τί ἐστι τοῦτο;+Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾽ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ;Verse 28+Ἐξῆλθε δὲ ἡ ἀκοὴ αὐτοῦ+εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.Jesus Heals Many
Verse 29Καὶ+εὐθέως ἐκ τῆς συναγωγῆς+ἐξελθόντες, ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ+Ἰωάννου.Verse 30Ἡ δὲ πενθερὰ+Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ+εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς·Verse 31καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς+αὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς+εὐθέως, καὶ διηκόνει αὐτοῖς.Verse 32Ὀψίας δὲ γενομένης, ὅτε+ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·Verse 33καὶ+ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν.Verse 34Καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν+αὐτόν.Jesus Preaches in Galilee
Verse 35Καὶ πρωῒ+ἔννυχον λίαν ἀναστὰς ἐξῆλθε, καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.Verse 36Καὶ+κατεδίωξαν αὐτὸν+ὁ Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ·Verse 37καὶ+εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι Πάντες+σε ζητοῦσι.Verse 38Καὶ λέγει αὐτοῖς,+Ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα+καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ+ἐξελήλυθα.Verse 39Καὶ+ἦν κηρύσσων+ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.Jesus Cleanses a Man with Leprosy
Verse 40Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν+αὐτόν,+καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.Verse 41+Ὁ δὲ Ἰησοῦς+σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα,+ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ,Θέλω, καθαρίσθητι.Verse 42Καὶ+εἰπόντος αὐτοῦ+εὐθέως ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ+ἐκαθαρίσθη.Verse 43Καὶ ἐμβριμησάμενος αὐτῷ,+εὐθέως ἐξέβαλεν αὐτόν,Verse 44καὶ λέγει αὐτῷ,Ὅρα μηδενὶ μηδὲν εἴπῃς·+ἀλλ᾽ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ+προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε+Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.Verse 45Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν,+ἀλλ᾽ ἔξω+ἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν+πανταχόθεν.