Job 25 — BRE See Hebrew/Greek in BSB → 25Verse 1Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης, λέγει,Verse 2Τί γὰρ προοίμιον ἢ φόβος παρʼ αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψιστῳ;Verse 3Μὴ γάρ τις ὑπολάβοι ὅτι ἐστὶ παρέλκυσις πειραταῖς· ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρʼ αὐτοῦ;Verse 4Πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι Κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι αὐτὸν γεννητὸς γυναικός;Verse 5Εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει, ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.Verse 6Ἔα δὲ, ἄνθρωπος σαπρία, καὶ υἱὸς ἀνθρώπου σκώληξ. Chapter 24 Chapter 26
Job 25 — BRE
See Hebrew/Greek in BSB →